Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.1.1-6.1.4

妻たちの去就の自由とサトゥルヌス神殿の奉献

407 / 962 箇所 · ギリシア語

要旨

執政官アウルス・センプロニウス・アトラティヌスとマルコス・ミヌキウスの任期中に、ローマとラティウムの間で婚姻女性の帰還の自由が認められ、その選択はローマの将来の勝利を予兆した。また、国内は平穏を保ちサトゥルヌス神殿が奉献された。

§6.1.1οἱ δʼ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν·
翌年に執政官の職を引き継いだアウルス・センプロニウス・アトラティヌスとマルコス・ミヌキウスは、第71オリュンピア期(このときクロトンのティシクラテスがスタディオン競走で優勝し、アテナイではヒッパルコスがアルコンであった)において、彼らの任期中、歴史に値する軍事的あるいは政治的なことを他に何も行わなかった。
αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ·
というのも、ラティウム人たちとの休戦が、対外戦争から彼らに多大な平和をもたらし、また、元老院が議決した、予想される戦争が安全な結末に至るまでの間の負債の回収の差し止めが、貧者たちが公的に負債の免除を要求して引き起こしていた城壁の内部での不穏な動きを終息させたからである。
§6.1.2δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε εἰς τὰς πατρίδας ἀναστρέφειν·
彼らは元老院の極めて寛大な決議を承認した。 それは、ラティウム人の男性にローマ民族出身の女性が、あるいはローマ人の男性にラティウム人の女性がたまたま嫁いでいた場合、彼女たちが夫たちのもとに留まることを望もうと、あるいは自らの祖国に帰ることを望もうと、自らの決定権を持つというものであった。
τῶν δʼ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι·
そして、子供たちのうち、男子は父親たちのもとに留まり、女子でまだ未婚の者は母親たちに従うこととされた。
ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν τῆς ἐν Ῥώμῃ διαίτης.
ところで、きわめて多くの女性が、親族関係のゆえにも友好関係のゆえにも、互いの都市へと嫁がされていたが、彼女らは決議によるこの自由を得て、ローマにおける生活に対してどれほど強い切望を抱いていたかを示した。
§6.1.3αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν·
実際、ラティウム人の諸都市にいたローマ人女性たちは、ほぼ全員が夫たちを残して父親たちのもとへと帰ったのに対し、ローマ人に嫁いでいたラティウム人女性たちは、二人を除いて、残りの全員が自らの祖国を顧みずに夫たちのもとに留まった。
οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ.
これは、将来この都市が戦争において勝利を収めることになるという、幸先の良い前兆であった。
§6.1.4ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας.
これらの執政官の期に、サトゥルヌスの神殿が、広場からカピトリウムへと通じる上り坂のところに奉献され、この神のために毎年公的な祝祭と生贄が定められたと言われている。
τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι ὑφʼ Ἡρακλέους κατεσκευασμένον, ἐφʼ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρʼ ἐκείνου παραλαβόντες·
それ以前の時代については、ヘラクレスによって建設された祭壇がそこに築かれており、その上で、彼から祭祀を引き継いだ者たちが、ギリシアの慣習に従って、火に焼く初物の生贄を捧げていたと言われている。
τὴν δʼ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς·
一方、神殿の建設の開始については、ある人々は前年に執政官を務めたティトゥス・ラールキオスが引き受けたと記録しており、別の人々は、王位から追放されたタルクィニウス王が引き受けたと記録している。
τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς.
そして神殿の奉献の任務は、元老院の決議に従ってポストムス・コミニウスが引き受けたとのことである。
τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι.
このように、これらの執政官たちにとっては、私が言ったように、深い平和を享受することが可能であった。

語釈・文法注

  1. 1037τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος — 接続詞 τέως に ἄν と接続法(ἔλθῃ)が伴うことで、将来における時間的限界(〜するまでずっと)を示している。ここでの τέως は「その間ずっと」という意味の関係副詞的に機能している。
  2. p.v.2p.260ἑαυτῶν εἶναι κυρίας — 主動詞 ἐκύρωσαν の目的語である δόγμα βουλῆς の内容を説明する対格不定詞構文。形容詞 κύριος(決定権を持つ、支配する)は属格を支配するため、ἑαυτῶν(自身について)が属格になっている。
  3. 1038οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ — οἰωνὸς εὐτυχὴς は文全体の内容(ローマ人妻とラティウム人妻の対照的な選択)を要約して評価する「文に対する同格」(主格)。また、未来不定詞 ἐπικρατήσειν は、属格分詞 μελλούσης(πόλεως に係る)の補足不定詞として「将来〜することになっている」という予定・必然を表す。
  4. 1039τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι — 非人称動詞 ἐξεγένετο(〜することが可能であった)は、与格の行為者(τούτοις ... τοῖς ὑπάτοις)と不定詞(ἀπολαῦσαι)を取る。不定詞 ἀπολαῦσαι(享受する)は、その目的語として属格の名詞句(εἰρήνης ... βαθείας)を支配している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.1.1-6.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.1.1-6.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。