§6.2.1μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφʼ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφʼ ἑκατέρων ἐγίνοντο μεγάλαι.
继这些人之后,奥卢斯·波斯图穆斯和提图斯·维尔吉尼乌斯接掌了政权。 在他们任内,与拉丁人的一年停战协定已经期满,双方都在为战争进行大规模的准备。
ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα· τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπʼ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος·
罗马民众全凭自愿,怀着极大的热情奔赴战场;而大部分拉丁人则并不情愿,是在强迫之下被制约的,因为城市中几乎所有的掌权者都被塔尔克文和马米利乌斯用礼物和诺言所收买,而那些不希望发生战争的平民则被排除在公共事务的决策之外。
§6.2.2οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο.
因为想要发言的人不再被给予发言的机会。
ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν· κωλύειν γὰρ οὐκ ἠξίουν οἱ διʼ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν.
因此,许多人对此感到愤怒,被迫离开城市投奔罗马人;而那些将城市控制在自己手中的人并不想阻止他们,反而对反对派的自愿逃亡深表感激。
ὑποδεχόμενοι δʼ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ.
罗马人接纳了他们,将那些携家带口到来的人编入城墙内的军队,混入市民的连队中;而其余的人则被派遣到城市周围的要塞并分配到殖民地中,将他们置于监视之下,免得他们发动叛乱。
§6.2.3ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου·
当所有人达成相同的共识,即国家事务再次需要一个被委以重任、根据自身裁量管理一切且免受追责的单一权力机构时,执政官中较年轻的奥卢斯·波斯图穆斯被他的同僚维尔吉尼乌斯任命为独裁官。
ἱππάρχην δʼ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν· καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν.
他本人也像前一位独裁官一样,选择提图斯·埃布提乌斯·埃尔巴作为自己的骑兵长官;并在短时间内征召了所有正值壮年的罗马人,将兵力分为四部分,他自己率领其中一部分,指派他的同僚执政官维尔吉尼乌斯指挥另一部分,骑兵长官埃布提乌斯指挥第三部分,并留下奥卢斯·塞姆普罗尼乌斯作为第四部分的指挥官,委托他防卫城市。