§6.17.1ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα.
群衆の衝動を抑え、彼は男たちに、後ろを振り向かずに立ち去るよう命じた。 そして彼らを、ウォルスキ人の陣営まで送り届ける騎兵の護衛に引き渡した。
ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος.
スパイたちを追い出すと、翌日には陣を敷くつもりであるとして、兵士たちに戦闘の準備をするよう命令した。
ἐδέησε δʼ οὐδὲν αὐτῷ μάχης·
しかし、彼には戦闘の必要は全くなかった。
οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ §6.17.2τὰ σφέτερα.
ウォルスキ人の指導者たちが、夜がまだ深いうちに軍隊を撤収させて、自分たちの領地へと立ち去ったからである。
ἁπάντων δὲ χωρησάντων αὐτῷ κατʼ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφʼ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος.
すべてが彼の望み通りに進んだので、味方の死者を埋葬し、軍隊を清めて、彼は都市へと引き返した。 華々しい凱旋式で飾られ、多くの荷車に積んだ武器の山を運び、豊富な軍資金を持ち込み、また戦闘で捕らえられた六千人から五百人を欠く者たち(五千五百人)を連れて。
ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ §6.17.3κατʼ εὐχήν.
そして戦利品から十分の一を取り分け、四十タラントンの費用で神々への競技会と犠牲祭を執り行い、誓願に従って、デメテルとディオニュソスとコレのための神殿の建設を請け負わせた。
ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατʼ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον.
なぜなら、戦争の初めには食糧が不足し、それが尽きてしまうのではないかという大きな恐怖を彼らに与えたからである。 土地が不毛になり、戦争のために外部からの市場の搬入がもはや行われなくなったためである。
διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τʼ αὐτοῖς καθιδρύσεσθαι καὶ §6.17.4θυσίας καταστήσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν.
この恐怖のために、その番人たちにシビュラの書を調べるよう命じ、神託がこれらの神々をなだめるよう命じていることを知ると、軍を率い出そうとするときに、彼らに誓願を立てた。 もし自分の任期中に、以前のような豊作が都市に訪れるならば、彼らに神殿を建立し、毎年犠牲祭を制定することを。
οἱ δʼ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον·
すると神々は願いを聞き入れ、播種地だけでなく樹木地も豊かな実りをもたらすようにし、また、すべての輸入市場が以前よりも溢れるようにした。
ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς.
これを目にして、ポストミウス自身、これらの神殿の建設を決議した。
Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν.
こうしてローマ人たちは、神々の好意によって僭主をめぐる戦争を退け、祭りと犠牲祭を祝っていた。