Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.1.1-6.1.4

已婚妇女性命去留选择与萨图尔努斯神庙奉献

第 407 段,共 962 段 · 希腊语

内容简介

在执政官奥卢斯·塞姆普罗尼乌斯和马尔科斯·米努基乌斯任内,一项法令允许罗马与拉丁之间的已婚妇女自由选择去留,这被视为罗马获胜的吉兆。此外,萨图尔努斯神庙得以奉献,国内和平稳定。

§6.1.1οἱ δʼ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν·
在次年接任执政官职位的奥卢斯·塞姆普罗尼乌斯·阿特拉蒂努斯和马尔科斯·米努基乌斯,在第七十一届奥林匹亚期内(当时克罗托那的蒂西克拉特斯获得短跑冠军,希帕尔科斯在雅典任执政官),在他们的任期内没有做过任何其他值得载入史册的军事或政治功绩。
αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ·
因为与拉丁人的停战,使他们免于外战而享受了极大的和平;而元老院决议的债务催收中止(直至预期的战争安全结束),也平息了城墙之内的骚乱——这些骚乱是穷人们为了要求公开免除债务而发起的。
§6.1.2δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε εἰς τὰς πατρίδας ἀναστρέφειν· τῶν δʼ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι·
他们批准了一项极其宽大的元老院决议:如果有罗马民族的妇女恰好与拉丁人男子同居,或者拉丁人妇女与罗马人同居,她们应该拥有自己的自主权,无论她们是想留在丈夫身边,还是想回到自己的祖国;而在他们的后代中,男孩应留在父亲身边,尚未结婚的女孩则应跟随母亲。
ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν τῆς ἐν Ῥώμῃ διαίτης.
当时有非常多的妇女因为亲属关系和友谊而嫁入对方的城市,她们获得了决议所赋予的自主权后,表明了她们对在罗马生活有多么强烈的渴望。
§6.1.3αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν·
因为在拉丁人城市中的罗马妇女几乎全部离开了丈夫,回到了父亲身边;而嫁给罗马人的拉丁妇女,除了两人之外,其余的人都无视了自己的祖国,留在了丈夫身边。
οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ.
这对于未来将在战争中取胜的这座城市来说,是一个吉利的前兆。
§6.1.4ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας.
据说,在这些执政官任内,萨图尔努斯神庙在从广场通往卡皮托林山的上坡处落成,并且每年为这位神明指定了公费举行的节日和祭祀。
τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι ὑφʼ Ἡρακλέους κατεσκευασμένον, ἐφʼ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρʼ ἐκείνου παραλαβόντες·
而在此之前,据说那里曾建有赫拉克勒斯设立的祭坛,从他那里继承了祭祀仪式的人们,按照希腊习惯在祭坛上献祭烧灼的初熟之物。
τὴν δʼ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς· τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς.
关于神庙建设的开始,有人记载是在前一年担任执政官的提图斯·拉尔基乌斯承接的,也有人说是被驱逐出王位的塔尔克文国王;而神庙的奉献仪式,则是波斯图穆斯·科米尼乌斯根据元老院的决议承接的。
τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι.
因此,正如我所说,这些执政官得以享受深厚的和平。

词汇与语法注释

  1. 1037τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος — 连词 τέως 与 ἄν 及虚拟语气(ἔλθῃ)连用,表示未来的时间界限(“直到……为止”)。在此,τέως 起到了关系副词的作用,意为“在此期间”或“直到”。
  2. p.v.2p.260ἑαυτῶν εἶναι κυρίας — 这是一个带宾格的不定式结构(対格不定詞),用于解释主动词 ἐκύρωσαν 的宾语 δόγμα βουλῆς 的具体内容。由于形容词 κύριος(“拥有支配权的”)支配属格,因此使用属格反身代词 ἑαυτῶν(“她们自己”)。
  3. 1038οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ — 短语 οἰωνὸς εὐτυχὴς 为主格,作为前句整句话内容的同位语(文同位语),用于总结和评价该状况。将来时不定式 ἐπικρατήσειν 作为属格分词 μελλούσης(修饰 πόλεως)的补充不定式,表示该城市注定要实现的行为。
  4. 1039τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι — 无人称动词 ἐξεγένετο(“得以可能”)支配与之相配的与格行为者(τούτοις ... τοῖς ὑπάτοις)和不定式(ἀπολαῦσαι)。而不定式 ἀπολαῦσαι(“享受”)则支配属格名词短语(εἰρήνης ... βαθείας)作为其宾语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.1.1-6.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.1.1-6.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。