Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.10.1-5.10.7

ブルートゥスによるコッラティヌスの弾劾演説

339 / 962 箇所 · ギリシア語

要旨

ブルートゥスは民衆を民会に召集し、同僚執政官のコッラティヌスが僭主タルクィニウス家と内通し、陰謀に加担した若者たちを救おうとしている事実を暴露する演説を行い、彼の追放と職務剥奪を提案する。

§5.10.1ταῦτʼ εἰπὼν καὶ φυλακὴν τοῖς μειρακίοις ἐπιστήσας ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν.
たったこれらの一連のことを語り、若者たちに監視をつけた上で、彼は民衆を民会に召集した。
πληρωθείσης δὲ τῆς ἀγορᾶς ὄχλου· περιβόητον γὰρ ἀνὰ τὴν πόλιν ὅλην τὸ περὶ τοὺς παῖδας αὐτοῦ πάθος ἐγεγόνει· προελθών τε καὶ τοὺς ἐντιμοτάτους τῶν ἐν τῷ συνεδρίῳ §5.10.2παραστησάμενος ἔλεξε τοιάδε·
広場が群衆で満たされると――彼の子供たちに関する悲劇は全市中に鳴り響いていたからであるが――、彼は進み出て、元老院の最も尊敬されている者たちを傍らに立たせて、次のように語った。
ἐβουλόμην μὲν ἄν, ὦ πολῖται, Κολλατῖνον τουτονὶ τὸν συνάρχοντα περὶ πάντων μοι ταὐτὰ φρονεῖν καὶ μὴ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις μισεῖν τοὺς τυράννους καὶ πολεμεῖν·
「市民諸君、私はこの同僚執政官コッラティヌスが、すべてのことについて私と同じ考えを持ち、言葉だけでなく行為によっても僭主たちを憎み、彼らと戦うことを望んだであろう。
ἐπεὶ δὲ τἀναντία φρονῶν γέγονέ μοι καταφανὴς καὶ ἔστιν οὐ μόνον τῇ φύσει Ταρκυνίων συγγενής, ἀλλὰ καὶ τῇ προαιρέσει, διαλλαγάς τε πράττων πρὸς αὐτοὺς καὶ ἀντὶ τῶν κοινῇ συμφερόντων τὸ ἑαυτοῦ σκοπῶν λυσιτελές, αὐτός τε κωλύειν αὐτὸν παρεσκεύασμαι πράττειν ἃ κατὰ νοῦν ἔχει πονηρὰ ὄντα, καὶ ὑμᾶς ἐπὶ τούτῳ παρεκάλεσα·
しかし、彼が正反対のことを考えていることが私に明らかになり、生まれにおいてタルクィニウス家の一族であるだけでなく、その志向においてもそうであり、彼らとの和解を画策し、公共の利益の代わりに自らの利益を図っており、私自身、彼が心に抱いている邪悪な企てを実行するのを阻む備えをし、そのためにあなたがたを召集したのである。
φράσω δʼ ὑμῖν πρῶτον μὲν, ἐν οἷς ἐγένετο κινδύνοις τὰ πράγματα τῆς πόλεως, ἔπειτα πῶς αὐτοῖς ἑκάτερος ἡμῶν κέχρηται.
そこで私は、まず第一に、市の大事がどのような危険に直面していたか、第二に、我々のそれぞれがそれらにどのように対処したかを、あなたがたに説明しよう。
§5.10.3τῶν πολιτῶν τινες συνελθόντες εἰς τὴν Ἀκυλλίων οἰκίαν τῶν ἐκ τῆς Κολλατίνου γεγονότων ἀδελφῆς, ἐν οἷς ἦσαν οἵ τʼ ἐμοὶ παῖδες ἀμφότεροι καὶ οἱ τῆς γυναικὸς ἀδελφοὶ τῆς ἐμῆς καὶ ἄλλοι τινὲς ἅμα τούτοις οὐκ ἀφανεῖς, συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους καὶ συνώμοσαν ἀποκτείναντες ἐμὲ καταγαγεῖν Ταρκύνιον ἐπὶ τὴν ἀρχήν·
市民のうち数名が、コッラティヌスの姉妹から生まれたアキュッリウスたちの家に集まり、その中には私の二人の息子たちも、私の妻の兄弟たちも、そして彼らとともに他の何人かの著名な者たちもいたのであるが、互いに盟約を結び、私を殺害した上でタルクィニウスを支配の座に帰還させることを誓い合った。
ἐπιστολάς τε περὶ τούτων γράψαντες αὐτογράφους καὶ ταῖς ἑαυτῶν σφραγῖσι κατασημηνάμενοι πέμπειν πρὸς τοὺς φυγάδας ἔμελλον.
そして、これらについて自筆の手紙を書き、自らの印章で封印して、亡命者たちに送るつもりであった。
§5.10.4ταῦθʼ ἡμῖν θεῶν τινος εὐνοίᾳ καταφανῆ γέγονεν ὑπὸ τοῦδε μηνυθέντα τοῦ ἀνδρός·
これらは、神のひとりの好意によって、こちらの男に告発されたことで我々に明らかになった。
ἔστι δʼ Ἀκυλλίων δοῦλος, παρʼ οἷς καταγόμενοι τῇ παρελθούσῃ νυκτὶ τὰς ἐπιστολὰς ἔγραψαν·
この者はアキュッリウスたちの奴隷であり、彼らの家に身を寄せて、昨夜彼らは手紙を書いたのである。
καὶ τῶν γραμμάτων γεγόναμεν αὐτῶν ἐγκρατεῖς.
そして、我々はその書状自体を手中に収めた。
Τῖτον μὲν οὖν ἐγὼ καὶ Τιβέριον τοὺς ἐμοὺς παῖδας τετιμώρημαι·
そこで、私は自分の子供であるティトゥスとティベリウスを処罰した。
καὶ οὐδὲν καταλέλυται διὰ τὴν ἐμὴν ἐπιείκειαν οὔτε νόμος οὔθʼ ὅρκος·
私の寛大さによって法も誓いも何一つ破られてはいない。
Ἀκυλλίους δὲ Κολλατῖνος ἀφαιρεῖταί μου καί φησιν οὐκ ἐάσειν ὅμοια τοῖς ἐμοῖς παισὶ βουλεύσαντας τῶν ὁμοίων ἐκείνοις τυχεῖν.
しかし、コッラティヌスはアキュッリウスたちを私から奪い去ろうとしており、私の子供たちと同様のことを企てた者たちが、彼らと同様の目に遭うのを許さないと言っている。
§5.10.5εἰ δʼ οὗτοι μηδεμίαν ὑφέξουσι δίκην, οὐδὲ τοὺς ἀδελφοὺς τῆς ἐμῆς γυναικὸς οὐδὲ τοὺς ἄλλους προδότας τῆς πατρίδος ἐξέσται μοι κολάσαι.
もしこの者たちが何の罰も受けないならば、私には、私の妻の兄弟たちをも、また祖国の他の裏切り者たちをも処罰することは許されなくなるだろう。
τί γὰρ δὴ δίκαιον πρὸς αὐτοὺς ἕξω λέγειν, ἂν τούτους ἀφῶ;
なぜなら、もし彼らを釈放するならば、私は彼らに対して一体何の正義を主張できるだろうか。
τίνος οὖν ταῦτα μηνύματα τίθεσθε;
それゆえ、あなたがたはこれらの行為を何の証拠と見なすか。
πότερα τῆς πρὸς τὴν πόλιν εὐνοίας ἢ τῶν πρὸς τοὺς τυράννους διαλλαγῶν, καὶ πότερα τῆς ἐμπεδώσεως τῶν ὅρκων, οὓς ἀφʼ ἡμῶν ἀρξάμενοι πάντες ὠμόσατε, ἢ τῆς συγχύσεώς τε καὶ ἐπιορκίας;
市に対する好意のそれか、それとも僭主たちとの和解のそれか。 また、我々から始めてあなたがた全員が立てた誓いの遵守のそれか、それとも誓いの破壊と偽誓のそれか。
§5.10.6καὶ εἰ μὲν ἔλαθεν ἡμᾶς, ταῖς ἀραῖς ἔνοχος ἦν ἂν καὶ θεοῖς ὑπέσχεν, οὓς ἐπιώρκει, δίκας·
そして、もし彼が我々に知られずに行っていたならば、呪いの対象となり、偽誓した神々に罰を支払ったことであろう。
ἐπειδὴ δὲ καταφανὴς γέγονεν, ὑφʼ ἡμῶν αὐτὸν προσήκει κολασθῆναι, ὅς γʼ ὀλίγαις μὲν ἡμέραις πρότερον τὰ χρήματα τοῖς τυράννοις ὑμᾶς ἔπεισεν ἀποδοῦναι, ἵνα μὴ κατὰ τῶν ἐχθρῶν ἡ πόλις αὐτοῖς ἔχῃ χρῆσθαι πρὸς τὸν πόλεμον, ἀλλὰ κατὰ τῆς πόλεως οἱ ἐχθροί·
しかし、彼が明らかになった以上、彼自身が我々によって処罰されるのが当然である。 彼は、ほんの数日前には、僭主たちに財産を返還するようあなたがたを説得し、市が敵に対してそれらを戦争に用いることができず、むしろ敵が市に対して用いることができるようにした。
νῦν δὲ τοὺς ἐπὶ καθόδῳ τῶν τυράννων συνομοσαμένους ἀφεῖσθαι τῆς τιμωρίας οἴεται δεῖν, ἐκείνοις αὐτοὺς δηλονότι χαριζόμενος, ἵνʼ, ἐὰν ἄρα κατέλθωσιν εἴτʼ ἐκ προδοσίας εἴτε πολέμῳ, ταύτας προφερόμενος τὰς χάριτας ἁπάντων ὡς φίλος ὅσων ἂν αἱρῆται παρʼ αὐτῶν τυγχάνῃ.
そして今や、僭主たちの帰還のために共謀した者たちを処罰から免れさせるべきだと考えており、明らかに彼らに恩を売ろうとしている。 それは、もし仮に彼らが裏切りによってであれ戦争によってであれ帰還した際に、これらの恩義を口実にして、彼らから自らが望むあらゆるものを友人として得られるようにするためである。
§5.10.7ἔπειτʼ ἐγὼ τῶν ἐμῶν οὐ φεισάμενος τέκνων σοῦ φείσομαι, Κολλατῖνε, ὃς τὸ μὲν σῶμα παρʼ ἡμῖν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τοῖς πολεμίοις, καὶ τοὺς μὲν προδότας τῆς πατρίδος σώζεις, ἐμὲ δὲ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον ἀποκτενεῖς;
そうであるのに、私自身の子供たちを容赦しなかった私が、コッラティヌスよ、お前を容赦するだろうか。 お前は、体は我々のもとに置きながら、魂は敵のもとに置いており、祖国の裏切り者たちを救う一方で、祖国のために戦っている私を殺そうとしているのか。
πόθεν;
まさか。
πολλοῦ γε καὶ δεῖ·
とんでもないことだ。
ἀλλʼ ἵνα μηδὲν ἔτι τοιοῦτον ἐξεργάσῃ, τὴν μὲν ἀρχὴν ἀφαιροῦμαί σε καὶ πόλιν ἑτέραν κελεύω μεταλαβεῖν·
だが、お前がこれ以上そのようなことを引き起こさないために、私はお前から職務を剥奪し、他の市へと移ることを命じる。
ὑμῖν δʼ, ὦ πολῖται, ψῆφον ἀναδώσω καλέσας αὐτίκα μάλα τοὺς λόχους, ἵνα διαγνῶσιν, εἰ χρὴ ταῦτʼ εἶναι κύρια·
そして、市民諸君、私はただちに兵団を召集して、あなたがたに投票を行わせ、これらの措置を有効とすべきかどうかを判断させよう。
εὖ δʼ ἴστε δυεῖν θάτερον ἢ Κολλατῖνον ἕξοντες ὕπατον ἢ Βροῦτον.
よく知るがよい、あなたがたが執政官として持つのは、コッラティヌスかブルートゥスのいずれか一方であることを。 」

語釈・文法注

  1. 5.10.2ἐβουλόμην μὲν ἄν — 直説法未完了過去に小辞 ἄν を伴うことで、現在または過去における実現不可能な願望(反実仮想)を表している。「(本当はそうであってほしいが実際はそうではないが)私は〜を望んだであろうに」の意。
  2. 5.10.2κωλύειν αὐτὸν ... πράττειν — 主動詞 παρεσκεύασμαι(準備した)が不定詞 κωλύειν を伴い、さらに κωλύω(阻む)の構文として「目的語(αὐτὸν)+不定詞(πράττειν)」を取っている。「彼が〜を実行するのを阻む」という入れ子状の不定詞構造である。
  3. 5.10.6ὅς γʼ ... ἔπεισεν — 関係代名詞 ὅς に強調の小辞 γε が付いた ὅς γε は、主節の判断に対する原因や理由(「というのも彼は〜したからだ」)を表す関係節を導く。
  4. 5.10.7δυεῖν θάτερον ... ἕξοντες ὕπατον — δυεῖν θάτερον(二つのうちの一方)は同格あるいは内的な目的格。分詞 ἕξοντες(持つつもりである)は ἴστε(知れ)の主語に対する未来分詞で、対格の Κολλατῖνον / Βροῦτον を直接目的語とし、ὕπατον を述語対格(執政官として)とする二重対格構文を構成している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.10.1-5.10.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.10.1-5.10.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。