Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.77.1-5.77.6

拉尔基乌斯卸任与独裁官制度的历史变迁

第 406 段,共 962 段 · 希腊语

内容简介

作者叙述了拉尔基乌斯温和地卸下独裁官职位,并指出该职位在数代人的危机中一直是罗马的救星,直到后来苏拉对该职位的滥用才使其声名狼藉、显现出专制暴政的真面目。

§5.77.1ταῦτα διαπραξάμενος ὁ ἀνὴρ ἀπῆγε τὰς δυνάμεις ἐκ τῆς ὑπαίθρου καὶ πρὶν ἢ πάντα τὸν τῆς ἐξουσίας ἐκπληρῶσαι χρόνον ὑπάτους ἀποδείξας ἀπέθετο τὴν ἀρχὴν οὔτʼ ἀποκτείνας οὐθένα Ῥωμαίων οὔτʼ ἐξελάσας τῆς πατρίδος οὔτʼ ἄλλῃ συμφορᾷ βαρείᾳ περιβαλὼν οὐδεμιᾷ.
完成这些事情后,此人将军队从户外撤回,并在其权力的全部任期届满之前,在指定执政官后卸下了官职,既没有杀死任何罗马人,也没有将任何人驱逐出祖国,更没有使他们遭受任何其他沉重的灾祸。
§5.77.2οὗτος ὁ ζῆλος ἀπʼ ἐκείνου τοῦ ἀνδρὸς ἀρξάμενος ἅπασι παρέμεινε τοῖς λαμβάνουσι τὴν αὐτὴν ἐξουσίαν ἄχρι τῆς τρίτης πρὸ ἡμῶν γενεᾶς.
这种效法的热情,自那人开始,一直保留在所有获得相同权力的人身上,直到我们之前的第三代。
οὐθένα γοῦν ἐκ τῆς ἱστορίας παρειλήφαμεν, ὃς οὐ μετρίως αὐτῇ καὶ πολιτικῶς ἐχρήσατο, πολλάκις ἀναγκασθείσης τῆς πόλεως καταλῦσαι τὰς νομίμους ἀρχὰς καὶ πάντα ποιῆσαι τὰ πράγματα ὑφʼ ἑνί.
无论如何,从历史上我们未曾听说有谁没有温和且像公民一样行使这一权力,尽管国家经常被迫废除合法的官职,并将所有事务交由一人掌控。
§5.77.3καὶ εἰ μὲν ἐν τοῖς ὀθνείοις πολέμοις μόνον ἦσαν οἱ λαμβάνοντες τὴν δικτατορίαν ἀγαθοὶ προστάται τῆς πατρίδος μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἀρχῆς διαφθειρόμενοι ἧττον ἂν θαυμαστὸν ἦν·
如果仅仅在对外战争中,那些接受独裁官职的人才是祖国的优秀保护者,完全不被权力的庞大所腐蚀,那么这还不会那么令人惊奇。
νῦν δὲ καὶ ἐν ταῖς ἐμφυλίοις διχοστασίαις πολλαῖς καὶ μεγάλαις γενομέναις καὶ ἐπὶ καταλύσει βασιλειῶν καὶ τυραννίδων ὑποπτευομένων καὶ ἐπʼ ἄλλων συμφορῶν κωλύσει μυρίων ὅσων οἱ τηλικαύτης τυχόντες ἐξουσίας ἅπαντες ἀνεπιλήπτους καὶ τῷ πρώτῳ λαβόντι τὴν ἀρχὴν ὁμοίους ἑαυτοὺς παρέσχον·
但事实上,无论是在多次且重大的内讧中,还是在废除王政及防范可疑的篡位暴政时,亦或是在阻止其他无数灾难时,所有获得如此巨大权力的人,都表现得无可指责,且与第一位获得该职位的人相似。
ὥσθʼ ἅπασι παραστῆναι τὴν αὐτὴν δόξαν, ὅτι μία βοήθεια παντός ἐστιν ἀνιάτου κακοῦ καὶ τελευταίας σωτηρίας ἐλπίς, ὅταν ἀπορραγῶσιν ἅπασαι διὰ καιρούς τινας, ἡ τοῦ δικτάτορος ἀρχή. ἐπὶ δὲ
因此,所有人都形成了相同的看法,即当所有希望因某些危机而破灭时,独裁官的职位是应对一切不治之症的唯一救济和最后的生存希望。
§5.77.4τῆς κατὰ τοὺς πατέρας ἡμῶν ἡλικίας ὁμοῦ τι τετρακοσίων διαγενομένων ἐτῶν ἀπὸ τῆς Τίτου Λαρκίου δικτατορίας διεβλήθη καὶ μισητὸν ἅπασιν ἀνθρώποις ἐφάνη τὸ πρᾶγμα Λευκίου Κορνηλίου Σύλλα πρώτου καὶ μόνου πικρῶς αὐτῇ καὶ ὠμῶς χρησαμένου·
然而,在我们父辈的时代,自提图斯·拉尔基乌斯担任独裁官以来大约过了四百年,这一制度因卢基乌斯·科尔内利乌斯·苏拉成为第一个也是唯一一个残酷且无情地行使这一权力的人而遭到毁谤,并在所有人看来变得令人憎恶。
ὥστε τότε πρῶτον αἰσθέσθαι Ῥωμαίους, ὃ τὸν ἄλλον ἅπαντα χρόνον ἠγνόουν, ὅτι τυραννίς ἐστιν ἡ τοῦ §5.77.5δικτάτορος ἀρχή.
结果,罗马人那时才第一次意识到他们在此前所有时间里所不了解的事,即独裁官的职位实际上是一种独裁暴政。
βουλήν τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἀνθρώπων συνέστησε καὶ τὸ τῆς δημαρχίας κράτος εἰς τοὐλάχιστον συνέστειλε καὶ πόλεις ὅλας ἐξῴκισε καὶ βασιλείας τὰς μὲν ἀνεῖλε, τὰς δʼ αὐτὸς ἀπέδειξε, καὶ ἄλλα πολλὰ καὶ αὐθάδη διεπράξατο, περὶ ὧν πολὺ ἂν ἔργον εἴη λέγειν·
因为他用平庸之辈重组了元老院,将平民护民官的权力削减到了最低限度,驱逐了整个整座城市的居民,废除了一些王权,同时自己又确立了另一些,还做出了许多其他专横的行为,要讲述这些将是一件极其繁重的工作。
πολίτας τε χωρὶς τῶν ἐν ταῖς μάχαις ἀπολομένων τοὺς παραδόντας αὐτῷ σφᾶς αὐτοὺς οὐκ ἐλάττους τετρακισμυρίων ἀπέκτεινεν, ὧν τινας καὶ §5.77.6βασάνοις πρῶτον αἰκισάμενος.
而且,除了在战斗中丧生的人之外,他还杀害了不少于四万名向他投降的市民,其中一些人他甚至先施以酷刑折磨。
εἰ μὲν οὖν ἀναγκαίως ἢ συμφερόντως τῷ κοινῷ πάντα ταῦτʼ ἔπραξεν, οὐχ ὁ παρὼν καιρὸς ἐξετάζειν· ὅτι δὲ διὰ ταῦτʼ ἐμισήθη καὶ δεινὸν ἐφάνη τὸ τοῦ δικτάτορος ὄνομα, τοῦτό μοι προὔκειτο ἐπιδεῖξαι.
至于他是出于迫不得已还是为了公众的利益而做了这一切,现在并非探讨的时候;但独裁官之名因这些事而遭到怨恨并显得可怕,这正是我意图说明的。
πέφυκε δʼ οὐ ταῖς δυναστείαις τοῦτο μόναις, ἀλλὰ καὶ τοῖς ἄλλοις συμβαίνειν τοῖς περιμαχήτοις καὶ θαυμαζομένοις ὑπὸ τοῦ κοινοῦ βίου πράγμασι.
事实上,这不仅发生在统治权力上,也发生在日常生活中被人们争夺和羡慕的其他事物上。
καλὰ μὲν γὰρ ἅπαντα φαίνεται καὶ συμφέροντα τοῖς χρωμένοις, ὅταν τις αὐτοῖς χρῆται καλῶς, αἰσχρὰ δὲ καὶ ἀσύμφορα, ὅταν πονροὺς λάβῃ προστάτας.
因为当人们善加利用时,一切事物对于使用者来说都显得美好且有益;但当它们落入邪恶的掌管者之手时,就会变得丑陋且有害。
τούτου δʼ ἡ φύσις αἰτία προσθεῖσα τοῖς ἀγαθοῖς ἅπασι καὶ κῆράς τινας συμφύτους.
而这是自然的缘故,自然在所有美好的事物中都附带了一些与生俱来的祸害。
ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἂν εἴη τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.
然而,关于这些问题,另一个时机会是更适合讨论的。

词汇与语法注释

  1. 5.77.2πολλάκις ἀναγκασθείσης τῆς πόλεως καταλῦσαι τὰς νομίμους ἀρχὰς καὶ πάντα ποιῆσαι τὰ πράγματα ὑφʼ ἑνί — 以 τῆς πόλεως 为逻辑主语的属格绝对结构。不定式 καταλῦσαι 和 ποιῆσαι 均取决于被动分词 ἀναγκασθείσης(源自 ἀναγκάζω),在此处带有让步的语气,表示国家屡次被迫采取这些非常措施。
  2. 5.77.3ἧττον ἂν θαυμαστὸν ἦν — 虚拟语气条件句的归结从句,由助词 ἄν 与直陈式过去未完成时 ἦν 结合。它将“仅在对外战争中(ἐν τοῖς ὀθνείοις πολέμοις μόνον)表现良好”这一假设情况,与“在内讧中同样表现良好”的客观事实(νῦν δὲ)进行了对比。
  3. 5.77.5ὧν τινας καὶ βασάνοις πρῶτον αἰκισάμενος — 限定主语苏拉的过去时中动分词 αἰκισάμενος 嵌套在由关系代词 ὧν 引导的从句中。在时间上,它表示先于主句动词 ἀπέκτεινεν 的动作,表明苏拉先对其中一些人实施酷刑,然后再予以杀害。ὧν 在此处起部分属格的作用。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.77.1-5.77.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.77.1-5.77.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。