§5.68.1τούς τʼ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας·
また、市民の貧困に同情することを求め、債務を返済できない者たちを支援するよう勧告する人々に対して、何が一体彼らを生活困窮者に陥れたのかを吟味すべきであると彼は述べた。 彼らは父親たちが残した土地の割り当てを受け継ぎ、数々の遠征から多くの利益を得て、最後に没収された僭主たちの財産から割り当てられた分け前を受け取っていたにもかかわらずである。
ἔπειθʼ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτʼ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δʼ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτους
そして、もし暴飲暴食や最も破廉恥な快楽のために生き、そのせいで生計を失った者たちを見るならば、彼らを国の恥であり害毒とみなし、彼らが自ら進んで都市から消え去るなら共同体にとって大きな利益であると受け止めるべきであり、反対に、不運のせいで生計を失ったと察せられる者たちに対しては、私有財産から施しをなすべきであるとした。
§5.68.2εὖ ποιεῖν. ἄριστα δὲ τοῦτο καὶ γινώσκειν καὶ ποιήσειν ἔφησε τοὺς συμβεβληκότας αὐτοῖς καὶ βοηθήσειν αὐτῶν ταῖς τύχαις αὐτοὺς ἐκείνους οὐκ ἀναγκασθέντας ὑφʼ ἑτέρων, ἀλλʼ ἑκόντας, ἵνʼ αὐτοῖς ἡ χάρις ἀντὶ τῶν χρημάτων καλὸν ὀφείλημα περιῇ.
また、このことを最もよく理解して実行できるのは、彼らに貸し付けを行った者たち自身であり、他者から強制されるのではなく自発的に、彼らの不運を支援するだろうと彼は述べた。 それは、金銭の代わりに、感謝の念が美しい債務として彼らに残るようにするためである。
κοινὴν δὲ ποιεῖν τὴν βοήθειαν ἅπασιν, ἧς ἐξ ἴσου μεθέξουσιν οἱ πονηροὶ τοῖς χρηστοῖς, καὶ μὴ ἐκ τῶν ἰδίων, ἀλλʼ ἐκ τῶν ἀλλοτρίων τινὰς εὖ ποιεῖν, καὶ ὧν τὰ χρήματα ἀφαιροῦνται, τούτοις μηδὲ τὰς ὑπὲρ τῶν εὐεργεσιῶν καταλιπεῖν χάριτας, ἥκιστα τῇ Ῥωμαίων ἀρετῇ προσήκειν.
しかし、悪人が善人と等しく与かるような共通の支援を行い、私有財産からではなく他人の財産から特定の人々に施しを与え、しかも財産を奪われる当人たちにその善行に対する感謝すら残さないということは、ローマ人の徳に最もそぐわないことである。
§5.68.3ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα, δεινόν τι καὶ οὐκ ἀνεκτὸν εἶναι Ῥωμαίοις τῆς ἡγεμονίας ἀντιποιουμένοις, ἣν διὰ πολλῶν πόνων οἱ πατέρες αὐτῶν κτησάμενοι τοῖς ἐκγόνοις κατέλιπον, μὴ κατὰ προαίρεσιν μηδὲ πεισθέντας μηδʼ ἐν ᾧ προσῆκε καιρῷ τὰ βέλτιστα καὶ τῷ κοινῷ συμφέροντα πράττειν, ἀλλʼ ὥσπερ ἑαλωκυίας τῆς πόλεως ἢ προσδοκώσης τοῦτο πείσεσθαι παρὰ τὸ δοκοῦν ἑαυτοῖς πράττειν, ἐξ ὧν ὠφέλειαν μὲν οὐδεμίαν ἢ μικράν τινα κομιδῇ λήψονται, κακῶν δὲ κινδυνεύσουσι τὰ ἔσχατα παθεῖν.
これらすべてや他の何よりも、ローマ人にとって恐ろしく、耐え難いことである。 すなわち、彼らの父親たちが多大な苦労の末に獲得し子孫に残した覇権を主張しながらも、自由な選択によるのでもなく、説得されたのでもなく、また適切な時期に最善かつ共同体に有益なことを行うのでもなく、まるで都市がすでに占領されたか、あるいはそうなることを予期しているかのように、自らの意思に反した行動をとることである。 その結果、彼らは何の利益も、あるいは極めてわずかな利益しか得られず、最悪の災厄を被る危機に瀕することになる。
§5.68.4μακρῷ γὰρ αὐτοῖς εἶναι κρεῖττον ἃ κελεύουσι Λατῖνοι πράττειν ὡς μετριώτερα ὄντα καὶ μηδʼ εἰς πεῖραν ἐλθεῖν πολέμου, ἢ τοῖς μηδαμῇ μηδὲν χρησίμοις συγχωρήσαντας ἃ παρακαλοῦσιν ἀνελεῖν τὴν πίστιν ἐκ τῆς πόλεως, ἣν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις οἱ πατέρες αὐτῶν ἔταξαν γεραίρεσθαι, μέλλοντας σφενδονητῶν συμμαχίαν ἐπὶ τὸν πόλεμον προσλαμβάνειν.
なぜなら、彼らにとっては、ラティウム人たちが命じていることの方がより穏健なものであるとしてそれを実行し、戦争の試練にさえ至らないことの方が、何ら役に立たない者たちの要求を容認することで、父親たちが神殿の造営と毎年の生贄によって崇めるよう定めた「信義」を都市から抹消してしまうことよりも、遥かに優れているからである。 彼らは戦争のために投石兵の同盟を加えようとしているというのに。
§5.68.5κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε·
そして彼の意見の要旨は次の通りであった。
τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα·
市民のうち、他の各人と同様の権利に基づいて戦争の運命を共にすることを望む者たちは、国政に受け入れること。
τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν.
しかし、何らかの条件の下でなければ祖国のために武器を取ることを承知しない者たちに対しては、彼らが武器を取ったとしても何の役にも立たないものとして、相手にせず放っておくこと。
εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς.
なぜなら、もし彼らがこのことを知るならば、彼らは屈服し、共同体にとって最善のことを謀る者たちに対して従順に従うようになるからであると彼は述べた。
εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.
およそ愚かな者というものは常に、誰かがお世辞を言えば慢心し、威嚇されれば正気に戻るのが常だからである。