Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.6.1-5.6.4

財産返還の可決と使節らによる王政復帰の陰謀

335 / 962 箇所 · ギリシア語

要旨

元老院は、タルクィニウス家の財産返還の是非を民衆の投票に委ね、僅差で返還が決定される。しかし、財産引き渡しの準備を口実にローマに留まった使節たちは、若き貴族たちを抱き込んで王政復帰の陰謀を企てる。

§5.6.1ταῦτα δὲ τῶν ὑπάτων λεγόντων καὶ πολλῶν συναγορευόντων ἀμφοτέροις ἀποροῦσα, ὅ τι χρὴ πράττειν, ἡ βουλὴ καὶ ἐφʼ ἡμέρας συχνὰς σκοποῦσα, ἐπεὶ συμφορώτερα μὲν ὁ Βροῦτος ἐδόκει λέγειν, δικαιότερα δʼ ὁ Κολλατῖνος παρῄνει, τελευτῶσα διέγνω τὸν δῆμον ποιῆσαι τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου κριτήν.
執政官たちがこのように語り、また多くの人々が双方を支持して演説する中で、元老院は何をなすべきか途方に暮れ、また多くの日々にわたって検討した。 そして、ブルートゥスはより有益なことを述べているように思われたが、コッラティヌスはより正当なことを勧告していると思われたため、最終的に民衆を有益性と正当性の判定者とすることを決定した。
§5.6.2πολλῶν δὲ λεχθέντων ὑφʼ ἑκατέρου τῶν ὑπάτων ἀναλαβοῦσαι ψῆφον αἱ φρᾶτραι τριάκοντα οὖσαι τὸν ἀριθμὸν οὕτω μικρὰν ἐποιήσαντο τὴν ἐπὶ θάτερα ῥοπήν, ὥστε μιᾷ ψήφῳ πλείους γενέσθαι τῶν κατέχειν τὰ χρήματα βουλομένων τὰς ἀποδιδόναι κελευούσας.
二人の執政官それぞれによって多くのことが述べられた後、その数が三十であるクリアは投票を行ったが、一方への傾きを非常に小さくしたため、その結果、財産を留め置くことを望むクリアよりも、財産を返還することを命じるクリアの方が、わずか一票だけ多くなった。
λαβόντες δὲ παρὰ τῶν ὑπάτων τὰς ἀποκρίσεις οἱ Τυρρηνοὶ καὶ πολλὰ τὴν πόλιν ἐπαινέσαντες, ὅτι τὰ δίκαια πρὸ τῶν συμφερόντων εἵλοντο, Ταρκυνίῳ μὲν ἐπέστειλαν τοὺς ἀποληψομένους τὰ χρήματα πέμπειν, αὐτοὶ δʼ ἐπέμειναν ἐν τῇ πόλει συναγωγήν τε τῶν ἐπίπλων καὶ διάθεσιν τῶν μὴ δυναμένων ἄγεσθαί τε καὶ φέρεσθαι σκηπτόμενοι·
使節のエトルリア人たちは、執政官たちからこの回答を受け取ると、有益性よりも正当性を選択したことについてこの都市を大いに称賛し、タルクィニウスに対しては財産を受け取るための者たちを送るよう書状を出す一方で、自らは家財道具の整理や、運んだり引きずったりできないものの処分を口実にして都市に留まった。
ὡς δὲ τἀληθὲς εἶχε ταράττοντες καὶ σκευωρούμενοι τὰ κατὰ τὴν πόλιν, ὡς ὁ τύραννος αὐτοῖς ἐπέστειλε.
しかし実際には、僭主が彼らに指令したとおりに、都市の情勢をかき乱し、陰謀を企てていたのである。
§5.6.3τάς τε γὰρ ἐπιστολὰς τὰς παρὰ τῶν φυγάδων τοῖς ἐπιτηδείοις αὐτῶν ἀπεδίδοσαν καὶ παρʼ ἐκείνων ἑτέρας πρὸς τοὺς φυγάδας ἐλάμβανον·
というのも、彼らは亡命者たちからの手紙を彼らの親しい支持者たちに手渡し、また彼らから亡命者たちへの別の手紙を受け取っていたからである。
συνιόντες δὲ πολλοῖς εἰς ὁμιλίαν καὶ διάπειραν αὐτῶν τῆς προαιρέσεως λαμβάνοντες, οὓς εὑρίσκοιεν εὐαλώτους δι’ ἀσθένειαν γνώμης ἢ βίου σπάνιν ἢ πόθον τῶν ἐν τῇ τυραννίδι πλεονεξιῶν, ἐλπίδας τε χρηστὰς ὑποτείνοντες αὐτοῖς καὶ χρήματα διδόντες ἐπεχείρουν §5.6.4διαφθείρειν.
また、多くの人々と交際を持って会合し、彼らの意向を打診し、意思の弱さや暮らしの困窮、あるいは僭主政下での特権への憧れのために誘惑されやすい者たちを見いだすと、彼らに都合の良い希望をちらつかせ、金銭を与えることによって、抱き込もうと試み始めたからである。
ἔμελλον δʼ ὥσπερ εἰκὸς ἐν πόλει μεγάλῃ καὶ πολυοχλούσῃ φανήσεσθαί τινες οἱ τὴν χείρω πολιτείαν αἱρησόμενοι πρὸ τῆς κρείττονος οὐ τῶν ἀσήμων μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν, ἐν οἷς ἦσαν Ἰούνιοί τε δύο Τίτος καὶ Τιβέριος Βρούτου παῖδες τοῦ ὑπατεύοντος ἀρτίως ἀρχόμενοι γενειᾶν καὶ σὺν αὐτοῖς Οὐιτέλλιοί τε δύο Μάρκος καὶ Μάνιος, ἀδελφοὶ τῆς Βρούτου γυναικός, ἱκανοὶ τὰ κοινὰ πράττειν, καὶ Κολλατίνου θατέρου τῶν ὑπάτων ἀδελφῆς υἱοὶ δύο Λεύκιος καὶ Μάρκος Ἀκύλλιοι τὴν αὐτὴν ἔχοντες τοῖς Βρούτου παισὶν ἡλικίαν, παρʼ οἷς αἱ σύνοδοι τὰ πολλὰ ἐγίνοντο πατρὸς οὐκέτι περιόντος αὐτοῖς καὶ τὰ περὶ τῆς καθόδου τῶν τυράννων βουλεύματα συνετίθετο.
そして、大都市で人口の多いところでは当然予想されることであるが、より優れた国制よりも、より劣った国制を選ぶ者が現れるものであった。 それは無名の人々だけでなく、著名な人々のうちにもであり、彼らの中には、現に執政官を務めているブルートゥスの息子たちで、髭が生え始めたばかりの二人のユニウス家、ティトゥスとティベリウス、彼らとともに、ブルートゥスの妻の兄弟で、国政に携わる能力のある二人のウィテッリウス家、マルクスとマニウス、さらに、もう一人の執政官コッラティヌスの姉妹の息子たちで、ブルートゥスの息子たちと同年齢であり、父親がすでに亡くなっていたために、多くの場合彼らの家で会合が開かれ、僭主たちの帰還に関する計画が組み立てられていた二人のアキュッリウス家、ルキウスとマルクスがいた。

語釈・文法注

  1. 5.6.1τελευτῶσα — 現在分詞の女性単数主格で、主語である元老院(ἡ βουλὴ)に一致する。分詞の副詞的用法として「最終的に、ついに」という意味を表す。
  2. 855τὰς ἀποδιδόναι κελευούσας — ὥστεに導かれる結果節内の対格不定詞構文の主語で、先行する女性複数のクリア(αἱ φρᾶτραι)を指す。「返還を命じるクリア(の票)」を意味し、比較級πλείουςの比較対象である属格のτῶν... βουλομένων(留め置くことを望むクリアの票)と対比されている。
  3. 5.6.4πατρὸς οὐκέτι περιόντος αὐτοῖς — 属格絶対(genitive absolute)の構文。現在分詞περιόντος(περίειμι「生存する、存命である」の分詞)に与格αὐτοῖς(彼らにとって、彼らにおいて)が添えられ、「彼らにとって父親がもはや存命でなかったため」という理由を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.6.1-5.6.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.6.1-5.6.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。