§5.51.1μετὰ τοῦτον Ἀρικηνοί τε λόγον αἰτησάμενοι κατηγόρουν τῶν Ῥωμαίων, ὅτι τὸν Τυρρηνικὸν πόλεμον ἐπήγαγον σφίσιν ὄντες συγγενεῖς καὶ παρέσχον ὅσον ἐφʼ ἑαυτοῖς ἁπάσας τὰς Λατίνων πόλεις ὑπὸ Τυρρηνῶν τὴν ἐλευθερίαν ἀφαιρεθῆναι·
彼の後に、アリキア人たちも発言を求めてローマ人たちを非難した。 その内容は、ローマ人たちが自分たちの親族でありながら、エトルリアの戦争を自分たちに引き起こし、自分たちの及ぶ限りにおいて、ラティウムのすべての都市がエトルリア人によって自由を奪われるがままにした、というものであった。
καὶ Ταρκύνιος ὁ βασιλεὺς ἀνανεούμενος τὰς γενομένας αὐτῷ πρὸς τὸ κοινὸν τῶν πόλεων συνθήκας περὶ φιλίας τε καὶ συμμαχίας, ἠξίου τὰς πόλεις ἐμπεδοῦν τοὺς ὅρκους, κατάγειν δʼ αὐτὸν ἐπὶ τὴν ἀρχήν·
また、タルクィニウス王は、かつて諸都市の共同同盟との間で結んだ友好および同盟に関する条約を更新し、諸都市に対して誓いを固く守り、自分を支配権へと復位させるよう要求した。
Καμαριναίων τε καὶ Φιδηναίων φυγάδες, οἱ μὲν τὴν ἅλωσιν καὶ τὴν φυγὴν τῆς πατρίδος, οἱ δὲ τὸν ἀνδραποδισμὸν καὶ τὴν κατασκαφὴν ὀδυρόμενοι, παρεκάλουν αὐτοὺς εἰς τὸν πόλεμον.
さらに、カマリナとフィデナエの亡命者たちも、ある者は祖国の陥落と亡命を、ある者は奴隷化と破壊を嘆きつつ、彼らを戦争へと促した。
§5.51.2τελευταῖος δὲ πάντων ὁ Ταρκυνίου κηδεστὴς Μαμίλιος μέγιστον ἐν τοῖς τότε χρόνοις παρὰ τοῖς Λατίνοις δυνάμενος ἀναστὰς μακρὰν κατὰ τῆς πόλεως διεξῆλθε δημηγορίαν.
そして最後になって、タルクィニウスの婿であり、当時のラティウム人の間で最も大きな勢力を持っていたマミリウスが立ち上がり、ローマ市に対して長い演説を行った。
ἀπολογουμένου δὲ πρὸς ἅπαντα τοῦ Οὐαλερίου καὶ δοκοῦντος περιεῖναι τοῖς δικαίοις, ἐκείνην μὲν τὴν ἡμέραν εἰς τὰ κατηγορήματα καὶ τὰς ἀπολογίας ἀναλώσαντες οὐδὲν ἐπέθηκαν τῇ βουλῇ τέλος·
ウァレリウスがこれらすべてに対して弁明し、正義において勝っているように見えたものの、彼らはその日を非難と弁明に費やし、会議に何らの結論ももたらさなかった。
τῇ δὲ κατόπιν οὐκέτι τοὺς πρεσβευτὰς τῶν Ῥωμαίων οἱ πρόεδροι προαγαγόντες ἐπὶ τὸν σύλλογον, ἀλλὰ Ταρκυνίῳ τε καὶ Μαμιλίῳ καὶ Ἀρικηνοῖς καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις τῆς πόλεως κατηγορεῖν ἀποδόντες λόγον, ἐπειδὴ πάντων διήκουσαν ψηφίζονται λελύσθαι τὰς σπονδὰς ὑπὸ Ῥωμαίων, καὶ τοῖς περὶ Οὐαλέριον πρέσβεσιν ἀπόκρισιν ἔδωκαν, ὅτι τὸ συγγενὲς ἐκείνων τοῖς ἀδικήμασι λελυκότων βουλεύσονται κατὰ σχολὴν ὅντινα τρόπον αὐτοὺς ἀμύνεσθαι χρή.
翌日、議長たちはもはやローマの使節たちを集会に招き入れず、タルクィニウス、マミリウス、アリキア人、およびその他のローマ市を非難することを望む者たちに発言権を与えた。 そして全員の意見を聞き終えると、条約はローマ人によって破棄されたと決議し、ウァレリウスの一行の使節たちに対して次のように回答した。 すなわち、ローマ人がその不法行為によって親族関係を破棄した以上、どのような方法で彼らに報復すべきかは、追って十分に熟考するつもりである、と。
§5.51.3ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο χρόνῳ, συνωμοσία κατὰ τῆς πόλεως ἐγένετο δούλων συχνῶν συνειπαμένων τάς τʼ ἄκρας καταλαβέσθαι καὶ κατὰ πολλοὺς ἐμπρῆσαι τόπους τὴν πόλιν.
こうしたことが行われていた間に、市に対して、多くの奴隷たちによる陰謀が発生した。 彼らは互いに、砦を占拠し、市内の多くの場所に火を放つことを共謀していたのである。
μηνύσεως δὲ γενομένης ὑπὸ τῶν συνειδότων αἱ πύλαι τʼ ὑπὸ τῶν ὑπάτων εὐθὺς ἐκλείοντο, καὶ πάντα τὰ ἐρύματα τῆς πόλεως ὑπὸ τῶν ἱππέων κατείληπτο·
内情を知る者たちからの密告があり、執政官たちによって門は直ちに閉じられ、市のすべての防備施設が騎兵たちによって占拠された。
καὶ αὐτίκα οἱ μὲν ἐκ τῶν οἰκιῶν συλληφθέντες, οἱ δʼ ἐκ τῶν ἀγρῶν ἀναχθέντες, ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας, μάστιξι καὶ βασάνοις αἰκισθέντες ἀνεσκολοπίσθησαν ἅπαντες.
そして直ちに、自宅から捕らえられた者や、耕作地から連行された者のうち、密告者たちが陰謀に加わったと指摘した者たちは皆、鞭打ちと拷問によって苦しめられた末に、全員が十字架にかけられた。
ταῦτʼ ἐπὶ τούτων ἐπράχθη τῶν ὑπάτων.
これらの出来事は、以上の執政官たちの任期中に起こった。