Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.44.1-5.44.5

サビニ人の急襲と包囲されたポストゥミウスの救援

373 / 962 箇所 · ギリシア語

要旨

サビニ人がローマを急襲し、応戦した執政官ポストゥミウスの軍勢が待ち伏せに遭って山岳地帯に包囲されるが、もう一人の執政官メネニウスが救援に駆けつけたことで、サビニ人は戦利品を携えて撤退する。

§5.44.1Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου τρίτη γίνεται Σαβίνων εἰσβολὴ μείζονι στρατιᾷ, πρὶν αἰσθέσθαι Ῥωμαίους αὐτῶν τὴν ἔξοδον, καὶ μέχρι τοῦ τείχους τῆς Ῥώμης ἔλασις·
プブリウス・ポストゥミウス、いわゆるトゥベルトゥスが二度目の執政官に選ばれ、そしてアグリッパ・メネニウス、いわゆるラナトゥスが[選ばれたとき]、サビニ人による三度目の侵入が、ローマ人が彼らの出撃に気づく前に、より大きな軍勢によって起こり、ローマの城壁にまで進撃してきた。
ἐν ᾗ πολὺς ἐγένετο Ῥωμαίων φόνος οὐ μόνον τῶν γεωργῶν, οἷς οὐδὲν προσδεχομένοις αἰφνιδίως ἐπέστη τὸ δεινόν, πρὶν εἰς τὰ φρούρια τὰ πλησίον ἑκάστους καταφυγεῖν, ἀλλὰ καὶ §5.44.2τῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων.
その(侵入)において、ローマ人の多くの殺戮が起こった。 それは、何も予期していなかったために、各自が近くの砦に逃げ込む前に、突如として惨禍がふりかかった農民たちだけでなく、そのとき市内で過ごしていた者たちのものでもあった。
ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος οὐκ ἀνεκτὴν εἶναι τὴν ὕβριν τῶν πολεμίων ἡγησάμενος ἐξεβοήθει κατὰ σπουδὴν τοὺς ἐπιτυγχάνοντας ἄγων προχειρότερον μᾶλλον ἢ φρονιμώτερον.
というのも、二人の執政官の一方であるポストゥミウスは、敵の不遜な行為は容認できないと考え、行き遭った者たちを、思慮深くというよりはむしろ、いささか軽率に率いて、急ぎ救援に出動したからである。
οὓς ἰδόντες οἱ Σαβῖνοι σὺν πολλῇ καταφρονήσει χωροῦντας ἐπὶ σφᾶς ἀσυντάκτους τε καὶ διεσπασμένους ἀπʼ ἀλλήλων, ἔτι μᾶλλον αὐξῆσαι τὸ καταφρονοῦν αὐτῶν βουλόμενοι θᾶττον ἢ βάδην ἀνεχώρουν ὡς δὴ φεύγοντες ὀπίσω, τέως εἰς δρυμοὺς ἀφίκοντο βαθεῖς, ἔνθα ὁ λοιπὸς αὐτῶν στρατὸς ὑπεκάθητο·
サビニ人たちは、彼らが隊列を乱し、互いにばらばらになって、大きな侮りをもって自分たちに向かって進んでくるのを見て、彼らの侮りをさらに強めさせたいと望み、まるで後ろに逃走しているかのように、普通の歩みより速く退却し、ついに深い林へと至った。 そこには彼らの残りの軍勢が待ち伏せていた。
ἔπειθʼ ὑποστρέψαντες ἐχώρουν τοῖς διώκουσιν ὁμόσε, καὶ οἱ ἐκ τοῦ δρυμοῦ μέγα ἀλαλάξαντες ἵενται ἐπʼ αὐτούς.
それから彼らは反転して、追跡してくる者たちに肉薄し、林の中の者たちも大歓声をあげて彼らに襲いかかった。
§5.44.3ἀσυντάκτοις δʼ ἀνθρώποις καὶ τεταραγμένοις καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον.
秩序を失い、動揺し、走ったために息を切らしている人々に対して、多数でかつ整然と襲いかかった彼らは、肉薄してくる者たちを切り倒し、逃走し始めた残りの者たちのローマ市へと至る道を遮断して、ある不毛な山岳の尾根に閉じ込めた。
θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα· νὺξ γὰρ ἤδη κατελάμβανε· φυλακὰς ἐποιοῦντο διʼ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες.
そして、彼らの近くに武器を置き(陣を敷き)――というのも、すでに夜が迫っていたからである――彼らが自分たちに気づかれずに逃亡することがないよう、夜通し警戒に当たった。
§5.44.4ὡς δʼ εἰς τὴν Ῥώμην τὸ πάθος ἀπηγγέλθη ταραχή τʼ ἦν πολλὴ καὶ δρόμος ἐπὶ τὰ τείχη καὶ δέος ἁπάντων, μὴ διὰ νυκτὸς εἰς τὴν πόλιν ἔλθοιεν οἱ πολέμιοι τῷ κατορθώματι ἐπαρθέντες, τῶν τʼ ἀπολωλότων οἶκτος καὶ τῶν περιλειπομένων ἔλεος, ὡς ἀναρπασθησομένων αὐτίκα μάλα διʼ ἀπορίαν τῶν ἀναγκαίων, εἰ μή τις αὐτοῖς ἐπικουρία ἔλθοι ταχεῖα.
この災難がローマに報じられると、大きな動揺が生じ、人々は城壁へと走り、敵がこの成功に勢いづいて夜のうちに市に攻め入るのではないかという全員の恐れが生じた。 また、亡くなった人々への哀悼と、生き残った人々への同情が生じた。 生き残った人々は、もし迅速な救援が彼らのもとに到着しなければ、必需品の不足のためにただちに全滅させられるだろうと思われたからである。
§5.44.5ἐκείνην μὲν οὖν τὴν νύκτα πονηρὰς ἔχοντας τὰς ψυχὰς ἄγρυπνοι διῆγον·
こうして、彼らはその夜を、沈んだ心で、眠れずに過ごした。
τῇ δʼ ἑξῆς ἡμέρᾳ πάντας τοὺς ἐν ἀκμῇ καθοπλίσας ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος ἦγεν ἐπικούρους τοῖς ἐν τῷ ὄρει κόσμον καὶ τάξιν φυλάττοντας.
しかし翌日、もう一人の執政官メネニウスは、兵役に適した年代の者たち全員を武装させ、秩序と隊列を保ちつつ、山にいる者たちのための救援軍として率いて行った。
ἰδόντες δʼ αὐτοὺς οἱ Σαβῖνοι προσιόντας οὐκέτι παρέμειναν, ἀλλʼ ἀναστήσαντες τὸν αὑτῶν στρατὸν ἦγον ἀπὸ τοῦ ὄρους ἀποχρῆν οἰόμενοι σφίσι τὴν παροῦσαν εὐτυχίαν·
サビニ人たちは、彼らが近づいてくるのを見て、もはやそこにとどまらず、自軍を動かして山から立ち去った。 現在の幸運だけで自分たちには十分であると考えたからである。
καὶ οὐ πολὺν ἔτι διατρίψαντες χρόνον ἀπῄεσαν ἐπὶ τὰ σφέτερα σὺν αὐχήματι μεγάλῳ βοσκημάτων τε καὶ ἀνδραπόδων καὶ χρημάτων ἀφθόνους ἄγοντες ὠφελείας.
そして、もはや長い時間を費やすことなく、家畜や奴隷、財産といった豊かな戦利品を携え、大いに誇らしげに自国へと帰っていった。

語釈・文法注

  1. p.v.2p.202Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ ¦p.v.2p.202¦ Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου — 属格絶対の構文。最初の「プブリウス・ポストゥミウスが選ばれた」にかかる分詞 αἱρεθέντος が、後半の「アグリッパ・メネニウス」に対しても共通の述語として機能しているか、または後半に同様の分詞が省略されている。
  2. 20τῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων — 前節(§5.44.1)の οὐ μόνον τῶν γεωργῶν... と呼応する ἀλλὰ καὶ に続く属格句。先行する Ῥωμαίων φόνος(ローマ人の殺戮)に係る。セクションの区切り(§5.44.2)を挟んでいるが、文法構造は一貫している。
  3. 946ἀσυντάκτοις δʼ ἀνθρώποις καὶ τεταραγμένοις — 与格の名詞 ἀνθρώποις およびそれらを修飾する分詞群は、後続する動詞 καταβάλλουσί(切り倒す)などの間接目的語、あるいは後続の分詞 ἐπελθόντες(襲いかかる)が取る与格である。
  4. p.v.2p.203ὡς ἀναρπασθησομένων αὐτίκα μάλα — 接続詞 ὡς を伴う未来受動分詞の属格絶対。一般の人々の「~になるだろう」という主観的な予測や懸念を表す。
  5. 947κόσμον καὶ τάξιν φυλάττοντας — 対格の分詞 φυλάττοντας(保ちつつ)は、主節の主語である Μενήνιος(メネニウス)ではなく、彼が率いる「救援軍(対格の ἐπικούρους)」、あるいは省略された「軍勢」の状態を修飾している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.44.1-5.44.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.44.1-5.44.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。