§5.43.1ἡ δὲ Φιδήνη πολιορκηθεῖσα οὐ πολλαῖς ἡμέραις, καθʼ ὃ μάλιστα δυσάλωτος εἶναι μέρος ἐδόκει καὶ ὑπʼ ὀλίγων ἐφυλάσσετο, κατὰ τοῦτʼ ἐλήφθη.
\n一方、フィデナエは多くない日数の包囲の後に、最も攻略困難であると思われ、また少数の者によって守られていたまさにその場所において、占領された。
οὐ μὴν ἀνδραποδισμοῦ γʼ ἢ κατασκαφῆς ἐπειράθη φόνος τʼ ἀνθρώπων οὐ πολὺς ἐγένετο μετὰ τὴν ἅλωσιν·
とはいえ、都市そのものが奴隷化や破壊を被ることはなく、占領後の人々の虐殺も多くはなかった。
ἀποχρῶσα γὰρ ἐφάνη ζημία τοῖς ὑπάτοις πόλεως ὁμοεθνοῦς ἁμαρτούσης ἁρπαγὴ χρημάτων τε καὶ ἀνδραπόδων καὶ ὁ τῶν κατὰ τὴν μάχην ἀπολομένων ὄλεθρος·
なぜなら、過ちを犯した同族の都市に対しては、財産や奴隷の強奪、および戦闘において死亡した者たちの死だけで、執政官たちにとって十分な罰であると思われたからである。
τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι φυλακὴ γενήσεσθαι μετρία καὶ συνήθης Ῥωμαίοις, §5.43.2ἡ τῶν αἰτίων τῆς ἀποστάσεως κόλασις.
また、捕虜となった者たちが再び軽率に武器を手に取ることがないようにするための、ローマ人にとって適度で慣例的な予防策となるのは、反乱の首謀者たちの処罰であると思われた(からである)。
συγκαλέσαντες δὴ Φιδηναίων τοὺς ἁλόντας εἰς τὴν ἀγορὰν καὶ πολλὰ τῆς ἀνοίας αὐτῶν κατηγορήσαντες ἀξίους τʼ εἶναι φήσαντες ἅπαντας ἡβηδὸν ἀπολωλέναι μήτε ταῖς εὐεργεσίαις χάριν εἰδότας μήτε τοῖς κακοῖς σωφρονιζομένους, ῥάβδοις αἰκισάμενοι τοὺς ἐπιφανεστάτους ἁπάντων ὁρώντων ἀπέκτειναν·
\n\nそこで、彼らはフィデナエ人のうち捕らえられた者たちを広場に呼び集め、彼らの愚行を激しく非難し、恩恵に対しても感謝を知らず、災難によっても分別をわきまえない彼らは、青年以上の全員が死に値すると言った上で、最も名高い者たちを全員の目の前で笞で打ち据えて処刑した。
τοὺς δὲ λοιποὺς εἴασαν οἰκεῖν ὡς πρότερον ᾤκουν φρουροὺς συγκατοικίσαντες αὐτοῖς, ὅσους ἔκρινεν ἡ βουλή, καὶ τῆς χώρας ἀφελόμενοί τινα μοῖραν τοῖς φρουροῖς ἔδωκαν.
そして、残りの者たちには以前と同じように住み続けることを許したが、元老院が決議しただけの数の守備兵を彼らと共に居住させ、土地の一部を没収してその守備兵たちに与えた。
ταῦτα διαπραξάμενοι τὴν δύναμιν ἀπῆγον ἐκ τῆς τῶν πολεμίων καὶ τὸν ὑπὸ τῆς βουλῆς ψηφισθέντα θρίαμβον κατήγαγον.
これらを成し遂げると、彼らは敵の領土から軍を引き揚げ、元老院によって決議された凱旋式を執り行った。
ταῦτα μὲν ἐπὶ τῆς τούτων ὑπατείας ἐπράχθη.
これらが、彼らの執政官の任期中に引き起こされた出来事であった。