§5.44.1Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου τρίτη γίνεται Σαβίνων εἰσβολὴ μείζονι στρατιᾷ, πρὶν αἰσθέσθαι Ῥωμαίους αὐτῶν τὴν ἔξοδον, καὶ μέχρι τοῦ τείχους τῆς Ῥώμης ἔλασις·
当被称为图贝尔图斯的普布利乌斯·波斯图米乌斯第二次当选执政官,且被称为拉纳图斯的阿格里帕·梅内尼乌斯[也当选]时,萨宾人以更大的军队进行了第三次入侵,在罗马人察觉到他们出兵之前,便一直推进到罗马的城墙下。
ἐν ᾗ πολὺς ἐγένετο Ῥωμαίων φόνος οὐ μόνον τῶν γεωργῶν, οἷς οὐδὲν προσδεχομένοις αἰφνιδίως ἐπέστη τὸ δεινόν, πρὶν εἰς τὰ φρούρια τὰ πλησίον ἑκάστους καταφυγεῖν, ἀλλὰ καὶ §5.44.2τῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων.
在此过程中,罗马人遭受了惨重的屠杀,不仅是那些毫无防备、在各自逃往附近堡垒之前突遭大难的农民,而且也是那些当时正在城里逗留的人。
ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος οὐκ ἀνεκτὴν εἶναι τὴν ὕβριν τῶν πολεμίων ἡγησάμενος ἐξεβοήθει κατὰ σπουδὴν τοὺς ἐπιτυγχάνοντας ἄγων προχειρότερον μᾶλλον ἢ φρονιμώτερον.
因为两位执政官之一的波斯图米乌斯认为敌人的挑衅不可容忍,便仓促带领能召集到的人出城救援,其举动显得过于草率而非明智。
οὓς ἰδόντες οἱ Σαβῖνοι σὺν πολλῇ καταφρονήσει χωροῦντας ἐπὶ σφᾶς ἀσυντάκτους τε καὶ διεσπασμένους ἀπʼ ἀλλήλων, ἔτι μᾶλλον αὐξῆσαι τὸ καταφρονοῦν αὐτῶν βουλόμενοι θᾶττον ἢ βάδην ἀνεχώρουν ὡς δὴ φεύγοντες ὀπίσω, τέως εἰς δρυμοὺς ἀφίκοντο βαθεῖς, ἔνθα ὁ λοιπὸς αὐτῶν στρατὸς ὑπεκάθητο· ἔπειθʼ ὑποστρέψαντες ἐχώρουν τοῖς διώκουσιν ὁμόσε, καὶ οἱ ἐκ τοῦ δρυμοῦ μέγα ἀλαλάξαντες ἵενται ἐπʼ αὐτούς.
萨宾人见他们极为轻敌地向自己逼近,队伍既无秩序又互相脱节,为了进一步加深他们的轻敌之心,便比步行更快地向后撤退,仿佛真的在逃跑一样,直到退入一片深林,其主力军队正埋伏在那里;随后他们转过身来,与追兵短兵相接,而林中的人也大声呐喊,冲向他们。
§5.44.3ἀσυντάκτοις δʼ ἀνθρώποις καὶ τεταραγμένοις καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον.
面对这些既无秩序、又陷入混乱、且因奔跑而气喘吁吁的人,人数众多且队列整齐的萨宾人发起了进攻,他们砍倒了那些短兵相接的人,并切断了其余开始逃跑者通往罗马市的道路,将他们困在一个荒凉的山脊上。
θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα· νὺξ γὰρ ἤδη κατελάμβανε· φυλακὰς ἐποιοῦντο διʼ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες.
萨宾人在他们附近放下武器(安营扎寨)——因为夜幕已经降临——并整夜进行看守,以防他们趁夜逃脱。
§5.44.4ὡς δʼ εἰς τὴν Ῥώμην τὸ πάθος ἀπηγγέλθη ταραχή τʼ ἦν πολλὴ καὶ δρόμος ἐπὶ τὰ τείχη καὶ δέος ἁπάντων, μὴ διὰ νυκτὸς εἰς τὴν πόλιν ἔλθοιεν οἱ πολέμιοι τῷ κατορθώματι ἐπαρθέντες, τῶν τʼ ἀπολωλότων οἶκτος καὶ τῶν περιλειπομένων ἔλεος, ὡς ἀναρπασθησομένων αὐτίκα μάλα διʼ ἀπορίαν τῶν ἀναγκαίων, εἰ μή τις αὐτοῖς ἐπικουρία ἔλθοι ταχεῖα.
当这一惨败传到罗马时,城内一片混乱,人们纷纷奔向城墙,人人自危,担心敌人会因胜利而得意忘形,乘夜攻入城内;人们既为死者哀悼,又为幸存者感到担忧,因为大家认为,除非迅速的援助到达他们那里,否则他们很快就会因缺乏必需品而全军覆没。
§5.44.5ἐκείνην μὲν οὖν τὴν νύκτα πονηρὰς ἔχοντας τὰς ψυχὰς ἄγρυπνοι διῆγον· τῇ δʼ ἑξῆς ἡμέρᾳ πάντας τοὺς ἐν ἀκμῇ καθοπλίσας ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος ἦγεν ἐπικούρους τοῖς ἐν τῷ ὄρει κόσμον καὶ τάξιν φυλάττοντας.
因此,在那天夜里,他们忧心忡忡地彻夜未眠;但到了第二天,另一位执政官梅内尼乌斯武装了所有适龄青年,保持着整齐的队列和秩序,率领他们前去援助山上的那些人。
ἰδόντες δʼ αὐτοὺς οἱ Σαβῖνοι προσιόντας οὐκέτι παρέμειναν, ἀλλʼ ἀναστήσαντες τὸν αὑτῶν στρατὸν ἦγον ἀπὸ τοῦ ὄρους ἀποχρῆν οἰόμενοι σφίσι τὴν παροῦσαν εὐτυχίαν· καὶ οὐ πολὺν ἔτι διατρίψαντες χρόνον ἀπῄεσαν ἐπὶ τὰ σφέτερα σὺν αὐχήματι μεγάλῳ βοσκημάτων τε καὶ ἀνδραπόδων καὶ χρημάτων ἀφθόνους ἄγοντες ὠφελείας.
萨宾人见他们逼近,便不再停留,而是拔营起兵离开高山,认为目前的胜利对他们来说已经足够;他们没有再逗留太久,便满怀骄傲地返回了领地,带走了丰厚的牲畜、奴隶和财物等战利品。