Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.43.1-5.43.2

菲德奈的攻陷与执政官的凯旋式

第 372 段,共 962 段 · 希腊语

内容简介

罗马军队击退了萨宾人,并在短期的围攻中攻陷了菲德奈。执政官们对该同族城市采取了适度的惩罚:进行掠夺、处决叛乱首脑并派驻守军,随后举行了凯旋式。

§5.43.1ἡ δὲ Φιδήνη πολιορκηθεῖσα οὐ πολλαῖς ἡμέραις, καθʼ ὃ μάλιστα δυσάλωτος εἶναι μέρος ἐδόκει καὶ ὑπʼ ὀλίγων ἐφυλάσσετο, κατὰ τοῦτʼ ἐλήφθη.
\n至于菲德奈,在包围了没几天之后,便在其看似最难攻克、因而仅由少数人防守的那一部分被攻陷了。
οὐ μὴν ἀνδραποδισμοῦ γʼ ἢ κατασκαφῆς ἐπειράθη φόνος τʼ ἀνθρώπων οὐ πολὺς ἐγένετο μετὰ τὴν ἅλωσιν·
然而,该城并未遭受奴役或彻底毁灭,攻陷后也没有发生大规模的屠杀。
ἀποχρῶσα γὰρ ἐφάνη ζημία τοῖς ὑπάτοις πόλεως ὁμοεθνοῦς ἁμαρτούσης ἁρπαγὴ χρημάτων τε καὶ ἀνδραπόδων καὶ ὁ τῶν κατὰ τὴν μάχην ἀπολομένων ὄλεθρος· τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι φυλακὴ γενήσεσθαι μετρία καὶ συνήθης Ῥωμαίοις, §5.43.2ἡ τῶν αἰτίων τῆς ἀποστάσεως κόλασις.
因为在执政官们看来,对于一个犯了错误的同族城市,掠夺其财产与奴隶,以及那些在战斗中丧生者的毁灭,已是足够的惩罚;而惩罚叛乱的罪魁祸首,在罗马人看来,将是一种适度且惯常的防范措施,以防止被征服者再次轻易诉诸武力。
συγκαλέσαντες δὴ Φιδηναίων τοὺς ἁλόντας εἰς τὴν ἀγορὰν καὶ πολλὰ τῆς ἀνοίας αὐτῶν κατηγορήσαντες ἀξίους τʼ εἶναι φήσαντες ἅπαντας ἡβηδὸν ἀπολωλέναι μήτε ταῖς εὐεργεσίαις χάριν εἰδότας μήτε τοῖς κακοῖς σωφρονιζομένους, ῥάβδοις αἰκισάμενοι τοὺς ἐπιφανεστάτους ἁπάντων ὁρώντων ἀπέκτειναν·
\n\n于是,他们将那些被俘的菲德奈人召集到广场,严厉指责他们的愚蠢,并称他们所有人自青年以上都该死,因为他们既不感念恩惠,也不因灾祸而省悟;随后,他们当着所有人的面,用笞棒拷打并处死了其中最有名望的人。
τοὺς δὲ λοιποὺς εἴασαν οἰκεῖν ὡς πρότερον ᾤκουν φρουροὺς συγκατοικίσαντες αὐτοῖς, ὅσους ἔκρινεν ἡ βουλή, καὶ τῆς χώρας ἀφελόμενοί τινα μοῖραν τοῖς φρουροῖς ἔδωκαν.
至于其余的人,则允许他们像以前那样居住,但派遣了元老院所决定数量的守备兵与他们同住,并剥夺了他们的一部分土地赐给这些守备兵。
ταῦτα διαπραξάμενοι τὴν δύναμιν ἀπῆγον ἐκ τῆς τῶν πολεμίων καὶ τὸν ὑπὸ τῆς βουλῆς ψηφισθέντα θρίαμβον κατήγαγον.
完成了这些事情后,他们便将军队撤出敌境,并举行了由元老院决议通过的凯旋式。
ταῦτα μὲν ἐπὶ τῆς τούτων ὑπατείας ἐπράχθη.
这些便是他们在执政官任期内所做的事。

词汇与语法注释

  1. 5.43.1οὐ πολλαῖς ἡμέραις — 表示时间的与格(在……之内),意为“在不多的几天内”或“经过没几天的包围”。
  2. 5.43.1τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι — 带有冠词 τοῦ 的不定式短语,表示目的或结果,意为“为了防止被征服者再次轻易诉诸武力”。该短语修饰或同位语化后文的 φυλακὴ(防范措施)。
  3. 5.43.2ἡβηδὸν — 副词,意为“从青年以上”或“所有达到成年(即兵役年龄)的人”。这指的是古希腊战争惯例中,对被征服城市的所有成年男子进行处决或奴役。
  4. 5.43.2ῥάβδοις — 指罗马传统行刑程序中的“笞棒”(拉丁语 *virgae*)。这反映了罗马人的惯例,即扈从(lictor)在处决前先用束棒中的笞棒拷打受刑者。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.43.1-5.43.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.43.1-5.43.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。