§5.31.1ταῦτα μὲν τότε πρὸς τὸν υἱὸν καὶ τοὺς παρόντας εἶπεν·
彼は当時、これらを息子と同席していた者たちに言った。
ὀλίγαις δʼ ὕστερον ἡμέραις αὐτὸς ἠναγκάσθη πρότερος ἄρχειν λόγων διαλλακτηρίων διὰ τοιαύτην αἰτίαν·
しかし数日後、彼自身が以下のような理由によって、先に和解の話し合いを始めることを余儀なくされた。
ἐσκεδασμένων ἀνὰ τὴν χώραν τῶν στρατιωτῶν καὶ τὰς ἀγομένας εἰς τὴν πόλιν ἀγορὰς ἀφαιρουμένων καὶ τοῦτο ποιούντων συνεχῶς, οἱ τῶν Ῥωμαίων ὕπατοι λοχήσαντες αὐτοὺς ἐν καλῷ χωρίῳ διαφθείρουσί τε συχνοὺς καὶ ἔτι πλείους τῶν ἀναιρεθέντων αἰχμαλώτους λαμβάνουσιν.
兵士たちが地方に分散して、市に運ばれる物資を奪い取り、これを絶えず行っていたので、ローマの執政官たちは絶好の場所で彼らを待ち伏せ、多くの者を殺害し、さらに殺された者よりも多くの者を捕虜として捕らえた。
ἐφʼ ᾧ χαλεπαίνοντες οἱ Τυρρηνοὶ διελέγοντο πρὸς ἀλλήλους κατὰ συστροφάς, δι’ αἰτίας τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας ἔχοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ ἀπαλλάττεσθαι ποθοῦντες ἐπὶ τὰ οἰκεῖα.
このことに怒ったエトルリア人たちは集団を作って互いに話し合い、戦争が長引いていることについて王や他の指導者たちを非難し、自分の家に帰ることを切望していた。
§5.31.2δόξας μὲν οὖν ἅπασι κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς, ἀποστέλλει πρεσβευτὰς ἐκ τῶν ἰδίων φίλων τοὺς ἀναγκαιοτάτους.
それゆえ彼は、和解がすべての人にとって喜ばしいものと思われるだろうと考え、自分の友人のうち最も親しい者たちを使節として派遣する。
τινὲς μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοις ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ διʼ ὅρκων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι·
ある人々は、ムキウスも、再び戻って来るという誓いを立てて王に保証を与えた上で、彼らとともに派遣されたと言っている。
ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἕως αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι·
しかし他の人々は、和解が成立するまで、この男は人質として陣営内に留め置かれていたと言っている。
καὶ τάχʼ ἂν εἴη τοῦτʼ §5.31.3ἀληθέστερον.
そしておそらくこれがより真実であろう。
ἐντολαὶ δʼ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς ὁ βασιλεύς, τοιαίδε·
王が使節たちに与えた命令は以下のようなものであった。
περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θʼ ὁ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον·
タルクィニウス一族の帰還については一切言及しないこと。 しかし、彼らに財産を返還することを要求すること。 最も望ましいのは、大タルクィニウスが残したすべてのもの、および彼ら自身が正当に獲得して所有していたものすべてである。
εἰ δὲ μή γʼ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τʼ ἐκ τοῦ δημοσίου διαλύειν.
もしそれが叶わぬなら、少なくとも、土地、家屋、家畜、およびそれらの土地から収穫された作物の価値のうち可能な限りのものを、彼らにとって都合が良いと思われるどちらかの方法で支払うこと、すなわち、それらを所有し収穫を得ている者たちが支払うか、あるいは公庫から補償するか、である。
§5.31.4ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δʼ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους·
これらは彼らのためであり、自分自身のためには、敵対関係を解消するにあたって、「七つの丘(セプテム・パギ)」と呼ばれる地域を要求すること。
αὕτη Τυρρηνῶν ἡ χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δʼ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι·
この地は古くはエトルリア人の土地であったが、ローマ人が戦争によって、それを所有していた者から奪い取り支配したのである。
καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρʼ αὐτῶν.
そして、ローマ人がエトルリア人にとって確固たる友人であり続けるために、国家の代表として人質となるべき子供たちを、最も高名な家柄から選んで彼らに要求すること。