§5.3.1Ταρκύνιος ἐπειδὴ τῆς βασιλείας ἐξέπεσε, χρόνον μέν τινα οὐ πολὺν ἐν πόλει Γαβίοις διέτριβε τούς τε συνιόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως ὑποδεχόμενος, οἷς ἦν τυραννὶς ἀσπαστότερον χρῆμα ἐλευθερίας, καὶ ταῖς Λατίνων ἐλπίσιν ἐπέχων ὡς διʼ ἐκείνων καταχθησόμενος ἐπὶ τὴν ἀρχήν.
タルクィニウスは王位を追われたのち、ガビイの町でしばらくの間(あまり長くはないが)滞在し、都市から彼のところにやって来る者たち、すなわち、彼らにとって僭主政が自由よりも好ましいものであった人々を迎え入れ、また、ラティウム人たちの期待に望みを託して、彼らによって再び支配の座に返り咲くことができると考えていた。
ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν αἱ πόλεις οὐδʼ ἐβούλοντο πόλεμον ὑπὲρ αὐτοῦ εἰς τὴν Ῥωμαίων πόλιν ἐκφέρειν, ἀπογνοὺς τὰς παρὰ τούτων ἐπικουρίας, εἰς Τυρρηνικὴν καταφεύγει πόλιν Ταρκυνίους, ἐξ ἧς τὸ πρὸς μητρὸς αὐτῷ γένος ἦν.
しかし、諸都市が彼に注意を払わず、また彼のためにローマ市に対して戦争を起こそうともしなかったので、これらラティウム人たちからの援助を諦め、エトルリアの都市タルクィニイへと亡命した。 その都市は、彼の母方の家系が由来する場所であった。
§5.3.2πείσας δὲ τὰ τέλη τῶν Ταρκυνιητῶν δωρεαῖς καὶ διʼ ἐκείνων ἐπὶ τὴν ἐκκλησίαν παραχθεὶς τήν τε συγγένειαν ἀνενεώσατο τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τὴν πόλιν καὶ τὰς εὐεργεσίας διεξῆλθεν, ἃς ὁ πάππος αὐτοῦ πάσαις ἐχαρίσατο ταῖς ἐν Τυρρηνίᾳ πόλεσι, καὶ τὰς συνθήκας ὑπεμίμνησκεν, ἃς ἦσαν πεποιημένοι πρὸς αὐτόν·
そして彼は、タルクィニイの政庁を贈り物によって説得し、彼らによって民会へと導き出されて、都市と彼との間に存在する親族関係を新たに思い起こさせ、また彼の祖父がエトルリアのすべての都市に施した数々の恩恵を詳しく述べ、彼らが祖父と結んでいた条約を思い出させた。
ἐπὶ δὲ τούτοις ἅπασι τῆς κατειληφυίας αὐτὸν ὠδύρετο τύχας, ὡς ἐκ μεγάλης ἐκπεσὼν εὐδαιμονίας ἐν ἡμέρᾳ μιᾷ πλάνης καὶ τῶν ἀναγκαίων ἐνδεὴς σὺν υἱοῖς τρισὶν ἐπὶ τοὺς ἐφʼ ἑαυτῷ ποτε γενομένους ἠναγκάσθη καταφυγεῖν.
これらすべてのことに加えて、彼は自身に降りかかった運命を嘆き、いかに自分が、ただ一日のうちに大いなる幸福から転落し、放浪の身となり、三人の息子たちとともに、かつては自分自身の配下にあった者たちのもとへ生活必需品にも事欠く状態で身を寄せざるを得なくなったかを訴えた。
§5.3.3διεξελθὼν δʼ ὧδε ταῦτα μετὰ πολλῶν οἴκτων τε καὶ δακρύων ἔπεισε τὸν δῆμον πρέσβεις ἀποστεῖλαι πρῶτον εἰς Ῥώμην συμβατηρίους φέροντας ὑπὲρ αὐτοῦ λόγους, ὡς δὴ συμπραττόντων αὐτῷ τῶν δυνατῶν ἐκεῖθεν καὶ συλληψομένων τῆς καθόδου.
このようにして、多くの哀願と涙を交えてこれらのことを語り終えると、彼はまず、ローマの有力者たちが彼に協力し、帰還を助けてくれるはずだという名目のもと、ローマに対して彼の擁護のための和解的な言葉を携えた使節たちを派遣するよう人民を説得した。
ἀποδειχθέντων δὲ πρεσβευτῶν, οὓς αὐτὸς προείλετο, διδάξας τοὺς ἄνδρας ἃ χρὴ λέγειν τε καὶ πράττειν, καὶ παρὰ τῶν σὺν αὐτῷ φυγάδων γράμματα δοὺς δεήσεις ἔχοντα πρὸς τοὺς οἰκείους αὐτῶν καὶ φίλους, ἀπέστειλε φέροντάς τι καὶ χρυσίον.
そして、彼自身が選んだ使節たちが任命されると、その男たちに語るべきことおよび行うべきことを指示し、また、彼に伴う亡命者たちから、彼らの親族や友人たちに対する懇願を含んだ手紙を渡し、いくらかの金をも持たせて派遣した。