§5.2.1ὡς δὲ κατεστήσαντο ταῦτα, δείσαντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δόξα τοῖς πολλοῖς ἐγγένηται περὶ τῆς καινῆς πολιτείας οὐκ ἀληθής, ὅτι δύο βασιλεῖς κύριοι γεγόνασι τῆς πόλεως ἀνθʼ ἑνὸς ἑκατέρου τῶν ὑπάτων τοὺς δώδεκα πελέκεις ἔχοντος, ὥσπερ εἶχον οἱ βασιλεῖς, ἔκριναν τό τε δέος ἀφελέσθαι τῶν πολιτῶν καὶ τῆς ἐξουσίας μειῶσαι τὸν φθόνον, τοῦ μὲν ἑτέρου τῶν ὑπάτων τοὺς δώδεκα κατατάξαντες προηγεῖσθαι πελέκεις, τοῦ δʼ ἑτέρου δώδεκα ὑπηρέτας ῥάβδους ἔχοντας μόνον, ὡς δέ τινες ἱστοροῦσι, καὶ κορύνας, γίνεσθαι δὲ τῶν πελέκεων τὴν παράληψιν ἐκ περιτροπῆς ἕνα μῆνα κατέχοντος αὐτοὺς ἑκατέρου παραλλάξ.
これらを確立したのち、私に思われるところでは、新しい国制について、一人の王の代わりに二人の執政官がそれぞれ十二本の斧をかつての王たちと同じように持っていることから、二人の王が都市の主人となったという誤った意見が大衆の間に生じることを恐れて、彼らは市民たちの恐怖を取り除き、またその権力に対する嫉妬を和らげることを決意した。 すなわち、一方の執政官の前を十二本の斧が先導するように定め、他方の執政官には十二人の、ただ笏だけを――何人かの記録によれば、棍棒も――持った従者だけを伴わせるようにし、さらに、これら斧の保持は、それぞれが一ヶ月交代で受け継ぐようにした。
§5.2.2τοῦτο δὴ τὸ πολίτευμα καταστησάμενοι καὶ ἄλλα τούτοις παραπλήσια οὐκ ὀλίγα πρόθυμον ἐποίησαν εἰς τὴν διαμονὴν τῶν πραγμάτων τὸν δημότην καὶ ταπεινὸν ὄχλον καὶ γὰρ τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων τοὺς ὑπὸ Τυλλίου γραφέντας φιλανθρώπους καὶ δημοτικοὺς εἶναι δοκοῦντας, οὓς ἅπαντας κατέλυσε Ταρκύνιος, ἀνενεώσαντο καὶ τὰς θυσίας τάς τε κατὰ πόλιν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν, ἃς ἐποιοῦντο κοινῶς συνιόντες οἱ δημόται τε καὶ οἱ φυλέται, πάλιν προσέταξαν ἐπιτελεῖσθαι, ὡς ἐπὶ Τυλλίου συνετελοῦντο·
彼らはこの国制と、これに類似する少なからぬ他の事柄を整えることで、平民や卑しい大衆を現体制の維持に対して熱心にさせた。 実際、彼らは、トゥッリウスによって起草され、人道的で民主的なものであると思われていたが、タルクィニウスがそのすべてを廃止してしまっていた契約に関する諸法律を復活させ、また、平民や部族民たちが共同で集まって執り行っていた都市内および田野での犠牲祭を、トゥッリウスの時代に執り行われていたように再び実施するよう命じたからである。
ἐκκλησιάζειν τʼ αὐτοῖς ἀπέδοσαν ὑπὲρ τῶν μεγίστων καὶ ψῆφον ἐπιφέρειν καὶ τἆλλα πράττειν, ὅσα κατὰ τοὺς προτέρους ἐθισμοὺς ἔπραττον.
さらに、彼らが最重要事項について民会を開き、投票を行い、以前の慣行に従って行っていた他のすべての事柄を行う権利を、彼ら(大衆)に返還した。
§5.2.3τοῖς μὲν οὖν πολλοῖς καθʼ ἡδονὴν τὰ γινόμενα ὑπʼ αὐτῶν ἦν ἐκ πολυχρονίου δουλείας εἰς ἀνέλπιστον ἀφιγμένοις ἐλευθερίαν, εὑρέθησαν δέ τινες ἐξ αὐτῶν ὅμως, οἷς πόθος ἦν τῶν ἐν τυραννίδι κακῶν διʼ εὐήθειαν ἢ διὰ πλεονεξίαν, ἄνδρες οὐκ ἀφανεῖς, οἳ συνώμοσαν ἐπὶ προδοσίᾳ τῆς πόλεως Ταρκύνιόν τε καταδέξασθαι συνθέμενοι καὶ τοὺς ὑπάτους ἀποκτεῖναι.
したがって、多くの人々にとっては、長年の隷属から思いがけない自由へと到達したこともあり、彼らによってなされた事柄は好ましいものであった。 しかしながら、彼らの中にも、愚かさあるいは強欲さゆえに、僭主政のもとでの悪しき状況を懐かしむ者たち、しかも身分の低くない男たちが幾人か現れ、彼らは都市を裏切る陰謀を企て、タルクィニウスを迎え入れることに合意し、執政官たちを殺害しようとした。
ἡγεμόνες δʼ αὐτῶν οἵτινες ἐγένοντο καὶ διʼ οἵας ἐξηλέγχθησαν ἀνελπίστου συντυχίας καίτοι πάντας ἀνθρώπους λεληθέναι δοκοῦντες, μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβὼν λέξω.
彼らの指導者が誰であったか、また、すべての人々から隠し通せていると思われていたにもかかわらず、いかなる思いがけない偶然によって彼らの正体が暴かれたのかについては、それ以前に起こったことを少し遡って述べることにしよう。