§5.21.1Ποπλίου δὲ Οὐαλερίου τοῦ προσαγορευθέντος Ποπλικόλα τὸ τρίτον ἐπὶ τὴν αὐτὴν ἀποδειχθέντος ἀρχὴν καὶ σὺν αὐτῷ Μάρκου Ὁρατίου Πολβίλλου τὸ δεύτερον βασιλεὺς Κλουσινῶν τῶν ἐν Τυρρηνίᾳ Λάρος ὄνομα, Πορσίνας ἐπίκλησιν, καταφυγόντων ἐπʼ αὐτὸν Ταρκυνίων, ὑποσχόμενος αὐτοῖς δυεῖν θάτερον ἢ διαλλάξειν αὐτοὺς πρὸς τοὺς πολίτας ἐπὶ καθόδῳ καὶ ἀναλήψει τῆς ἀρχῆς ἢ τὰς οὐσίας ἀνακομισάμενος, ἃς ἀφῃρέθησαν, ἀποδώσειν, ἐπειδὴ πρέσβεις ἀποστείλας εἰς τὴν Ῥώμην ἐν τῷ παρελθόντι ἐνιαυτῷ μεμιγμένας ἀπειλαῖς ἐπικλήσεις κομίζοντας οὔτε διαλλαγὰς εὕρετο τοῖς ἀνδράσι καὶ κάθοδον, αἰτιωμένης τῆς βουλῆς τὰς ἀρὰς καὶ τοὺς ὅρκους τοὺς γενομένους κατʼ αὐτῶν, οὔτε τὰς οὐσίας ἀνεπράξατο αὐτοῖς, τῶν διανειμαμένων καὶ κατακληρουχησάντων αὐτὰς οὐκ ἀξιούντων ἀποδιδόναι· §5.21.2ὑβρίζεσθαι φήσας ὑπὸ Ῥωμαίων καὶ δεινὰ πάσχειν, ὅτι τῶν ἀξιουμένων οὐδετέρου παρʼ αὐτῶν ἔτυχεν, ἀνὴρ αὐθάδης καὶ διεφθαρμένος τὴν γνώμην ὑπό τε πλούτου καὶ χρημάτων καὶ ἀρχῆς μεγέθους, ἀφορμὰς ὑπέλαβεν ἔχειν καλὰς καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν παλαίτερον ἔτι τοῦτο βουλόμενος καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.
ポプリウス・ウァレリウス(通称ポプリコラ)が三度目の、そして彼と共にマルクス・ホラティウス・プルウィルスが二度目の同職に任命された時、トゥッレニアのクルシウムの王で、名はラルス、あだ名はポルセナという者が、タルクィニウス家の人々が彼のもとに逃れてきた際、彼らに対し、彼らを市民たちと和解させて帰還させ権力を奪還させるか、あるいは彼らが奪われた財産を回収して返還するかの二者択一を約束した。 しかし、前年にローマへ、脅迫を交えた請願を携えた使節を派遣したものの、元老院がタルクィニウス家に対する呪いと誓約を理由に挙げたため、彼らのために和解と帰還を勝ち取ることもできず、また、財産を分配し分け合った者たちがそれらを返還するのを良しとしなかったため、彼らのために財産を取り戻すこともできなかったので、彼はローマ人から侮辱され、過酷な扱いを受けている(というのも彼らから求めたもののどちらも得られなかったからである)と主張し、富と財産、そして権力の大きさによって傲慢になり判断力を失っていたこの男は、ローマの支配を打倒するための格好の口実を得たと考え(かねてよりそう望んでいたのであるが)、彼らに戦争を宣告した。
§5.21.3συνῄρετο δʼ αὐτῷ τοῦ πολέμου πᾶσαν προθυμίαν ἀποδεῖξαι βουλόμενος ὁ Ταρκυνίου γαμβρὸς Ὀκταούιος Μαμίλιος, ἐκ πόλεως ὁρμώμενος Τύσκλου, Καμερίνους μὲν καὶ Ἀντεμνάτας, οἳ τοῦ Λατίνων μετεῖχον γένους, ἅπαντας ἐπαγόμενος ἀφεστηκότας ἤδη Ῥωμαίων ἐκ τοῦ φανεροῦ·
トゥ스크ルムの街の出身であるタルクィニウスの娘婿オクタウィウス・マミリウスは、戦争への全き熱意を示そうと望んで彼と共同歩調をとったが、彼はすでにローマ人から公然と離反していたラティウムの血統に属するカメリニ人およびアンテムナテス人のすべてを味方に引き入れた。
παρὰ δὲ τῶν ἄλλων ὁμοεθνῶν, οἷς οὐκ ἦν βουλομένοις πολεμεῖν ἀναφανδὸν ἐνσπόνδῳ τε καὶ μεγάλην ἰσχὺν ἐχούσῃ πόλει διὰ προφάσεις οὐκ ἀναγκαίας, ἐθελοντὰς συχνοὺς ἰδίᾳ πεπεικὼς χάριτι.
他方で、不要な口実のために、同盟関係にあり強力な力を持つ都市に対して公然と戦うことを好まない他の同胞たちからは、個人的な好意によって多くの志願兵を私的に説得し味方に付けていた。