§5.21.1Ποπλίου δὲ Οὐαλερίου τοῦ προσαγορευθέντος Ποπλικόλα τὸ τρίτον ἐπὶ τὴν αὐτὴν ἀποδειχθέντος ἀρχὴν καὶ σὺν αὐτῷ Μάρκου Ὁρατίου Πολβίλλου τὸ δεύτερον βασιλεὺς Κλουσινῶν τῶν ἐν Τυρρηνίᾳ Λάρος ὄνομα, Πορσίνας ἐπίκλησιν, καταφυγόντων ἐπʼ αὐτὸν Ταρκυνίων, ὑποσχόμενος αὐτοῖς δυεῖν θάτερον ἢ διαλλάξειν αὐτοὺς πρὸς τοὺς πολίτας ἐπὶ καθόδῳ καὶ ἀναλήψει τῆς ἀρχῆς ἢ τὰς οὐσίας ἀνακομισάμενος, ἃς ἀφῃρέθησαν, ἀποδώσειν, ἐπειδὴ πρέσβεις ἀποστείλας εἰς τὴν Ῥώμην ἐν τῷ παρελθόντι ἐνιαυτῷ μεμιγμένας ἀπειλαῖς ἐπικλήσεις κομίζοντας οὔτε διαλλαγὰς εὕρετο τοῖς ἀνδράσι καὶ κάθοδον, αἰτιωμένης τῆς βουλῆς τὰς ἀρὰς καὶ τοὺς ὅρκους τοὺς γενομένους κατʼ αὐτῶν, οὔτε τὰς οὐσίας ἀνεπράξατο αὐτοῖς, τῶν διανειμαμένων καὶ κατακληρουχησάντων αὐτὰς οὐκ ἀξιούντων ἀποδιδόναι· §5.21.2ὑβρίζεσθαι φήσας ὑπὸ Ῥωμαίων καὶ δεινὰ πάσχειν, ὅτι τῶν ἀξιουμένων οὐδετέρου παρʼ αὐτῶν ἔτυχεν, ἀνὴρ αὐθάδης καὶ διεφθαρμένος τὴν γνώμην ὑπό τε πλούτου καὶ χρημάτων καὶ ἀρχῆς μεγέθους, ἀφορμὰς ὑπέλαβεν ἔχειν καλὰς καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν παλαίτερον ἔτι τοῦτο βουλόμενος καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.
当被称为波普利科拉的普布利乌斯·瓦莱里乌斯第三次被任命为同一职位,而与他一同任职的马尔库斯·奥拉提乌斯·普尔维卢斯第二次被任命时,托斯卡纳地区克卢西乌姆的国王拉尔斯(外号波塞纳),在塔克文家族投奔他之后,向他们允诺了两件事中的一件:要么使他们与公民和解,从而让他们重返家园并重新夺回政权,要么在收回他们被剥夺的财产后归还给他们。 但是,因为他在前一年派遣使节前往罗马,带去了软硬兼施的请求,却既未能为这些人谋得和解与归还(因为元老院以针对他们所立的誓言和诅咒为由),也没能为他们追回财产(因为那些瓜分并分得这些财产的人不认为应当归还);他宣称自己受到了罗马人的侮辱并遭受了残酷的对待,因为他向他们请求的两件事无一达成。 这个因财富、金钱和巨大权力而骄狂且失去理智的人,认为自己找到了消灭罗马政权的极佳借口(他其实早有此意),于是向他们宣战。
§5.21.3συνῄρετο δʼ αὐτῷ τοῦ πολέμου πᾶσαν προθυμίαν ἀποδεῖξαι βουλόμενος ὁ Ταρκυνίου γαμβρὸς Ὀκταούιος Μαμίλιος, ἐκ πόλεως ὁρμώμενος Τύσκλου, Καμερίνους μὲν καὶ Ἀντεμνάτας, οἳ τοῦ Λατίνων μετεῖχον γένους, ἅπαντας ἐπαγόμενος ἀφεστηκότας ἤδη Ῥωμαίων ἐκ τοῦ φανεροῦ· παρὰ δὲ τῶν ἄλλων ὁμοεθνῶν, οἷς οὐκ ἦν βουλομένοις πολεμεῖν ἀναφανδὸν ἐνσπόνδῳ τε καὶ μεγάλην ἰσχὺν ἐχούσῃ πόλει διὰ προφάσεις οὐκ ἀναγκαίας, ἐθελοντὰς συχνοὺς ἰδίᾳ πεπεικὼς χάριτι.
塔克文的女婿奥克塔维乌斯·马米利乌斯(来自图斯库鲁姆城)也加入了他,企图在战争中展现出全部的热忱。 他带走了所有已经公开背叛罗马人的、属于拉丁种族的卡梅里尼人和安特姆纳埃人;而对于其他同族人中那些不愿因无谓的借口而与一个拥有盟约且实力雄厚的城市公开开战的人,他则通过私人交情说服了许多志愿人员。