§5.20.1τῷ δʼ ἑξῆς αὐτός τε πάλιν ἀποδείκνυται Οὐαλέριος τὸ δεύτερον ὕπατος καὶ σὺν αὐτῷ Λουκρήτιος, ἐφʼ ὧν ἄλλο μὲν οὐδὲν ἄξιον λόγου ἐπράχθη, τιμήσεις δʼ ἐγένοντο τῶν βίων καὶ τάξεις τῶν εἰς τοὺς πολέμους εἰσφορῶν, ὡς Τύλλιος ὁ βασιλεὺς ἐνομοθέτησε, πάντα τὸν ἐπὶ τῆς Ταρκυνίου δυναστείας χρόνον ἀφειμέναι, τότε δὲ πρῶτον ὑπὸ τούτων ἀνανεωθεῖσαι·
翌年、ウァレリウス自身が再び二度目の執政官に任命され、彼と共にルクレティウスが任命された。 彼らの任期中には、他には特筆に値することは何も行われなかったが、トゥッリウス王が制定した通りに、タルクィニウスの支配期の全期間にわたって中断されていた財産査定と戦争のための軍資金の分担比率の決定が、この時初めて彼らによって再開された。
ἐξ ὧν εὑρέθη τῶν ἐν ἥβῃ Ῥωμαίων περὶ τρισκαίδεκα μυριάδας.
これらによって、兵役適齢期のローマ人は約十三万人であることが判明した。
καὶ εἰς χωρίον τι Σιγνούριον καλούμενον Ῥωμαίων ἀπεστάλη στρατιά, διὰ φυλακῆς ἕξουσα τὸ φρούριον ἐπὶ ταῖς Λατίνων τε καὶ Ἑρνίκων πόλεσι κείμενον, ὅθεν τὸν πόλεμον προσεδέχοντο.
また、ローマ人の軍勢がシグヌリウムと呼ばれる地へ派遣された。 それは、彼らが戦争を予期していたラティウム人およびヘルニキ人の諸都市に対して位置するその要塞を守備するためであった。