Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.1.1-5.1.4

王政の終焉と共和政成立に伴う祭司王の創設

330 / 962 箇所 · ギリシア語

要旨

二百四十四年間にわたるローマの王政の終焉と共和政の成立、ブルートゥスらによる王政復活阻止の誓い、そして宗教的職務を引き継ぐ「祭司王」の創設について語られる。

§5.1.1ἡ μὲν δὴ βασιλικὴ Ῥωμαίων πολιτεία διαμείνασα μετὰ τὸν οἰκισμὸν τῆς Ῥώμης ἐτῶν τεττάρων καὶ τετταράκοντα καὶ διακοσίων ἀριθμόν, ἐπὶ δὲ τοῦ τελευταίου βασιλέως τυραννὶς γενομένη διὰ ταύτας τὰς προφάσεις καὶ ὑπὸ τούτων κατελύθη τῶν ἀνδρῶν, ὀλυμπιάδος μὲν ὀγδόης καὶ ἑξηκοστῆς ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης, Ἀθήνησι δὲ
さて、ローマ人の王政は、ローマの創建ののち、数にして二百四十四年間持続したが、最後の王のもとで僭主政治となり、これらの理由によって、またこれらの男たちによって打倒された。これは、クロトンのイスコマコスがスタディオン短距離走で優勝した第六十八回オリンピア期が進行中であり、アテナイでは
§5.1.2τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Ἰσαγόρου.
イサゴラスが年次の職に就いていたときのことである。
ἀριστοκρατίας δὲ γενομένης οἱ πρῶτοι τὴν βασιλικὴν ἀρχὴν παραλαβόντες ὕπατοι τεττάρων μηνῶν εἰς τὸν ἐνιαυτὸν ἐκεῖνον ἐπιλειπομένων Λεύκιος Ἰούνιος Βροῦτος καὶ Λεύκιος Ταρκύνιος Κολλατῖνος, οὓς καλοῦσι Ῥωμαῖοι κατὰ τὴν ἑαυτῶν διάλεκτον ὥσπερ ἔφην προβούλους, ἑτέρους παραλαβόντες πολλοὺς ἐλθόντων εἰς τὴν πόλιν τῶν ἀπὸ στρατοπέδου μετὰ τὰς σπονδὰς τὰς γενομένας αὐτοῖς πρὸς Ἀρδεάτας, ὀλίγαις ὕστερον ἡμέραις τῆς ἐκβολῆς τοῦ τυράννου συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλοὺς ὑπὲρ ὁμονοίας λόγους ποιησάμενοι ψήφισμά τε πάλιν ἐπεκύρωσαν ἕτερον, περὶ ὧν οἱ κατὰ πόλιν ὄντες πρότερον ἐπεψηφίσαντο φυγὴν Ταρκυνίοις ἐπιβαλόντες ἀίδιον·
貴族政が成立すると、最初に王の権力を受け継いだ執政官たち(その年には四ヶ月が残されていたが)であるルキウス・ユニウス・ブルートゥスとルキウス・タルκィニウス・コッラティヌス――ローマ人は自らの言語で彼らを、私が以前言ったように、プロブーロイと呼ぶが――は、アルデアの人々と彼らの間に結ばれた休戦ののちに陣営から都に彼らが帰還すると、他の多くの者たちを引き連れ、僭主の追放から数日後に、民衆を民会に召集して協調のために多くの演説を行い、以前に都にいた人々がタルクィニウス一族に対して永久追放を課して(すでに)決議していた事柄について、再びもう一つの決議を承認した。
§5.1.3καὶ μετὰ τοῦτο καθαρμοὺς τῆς πόλεως ποιησάμενοι καὶ ὅρκια τεμόντες αὐτοί τε πρῶτοι στάντες ἐπὶ τῶν τομίων ὤμοσαν καὶ τοὺς ἄλλους πολίτας ἔπεισαν ὀμόσαι, μὴ κατάξειν ἀπὸ τῆς φυγῆς βασιλέα Ταρκύνιον μήτε τοὺς παῖδας αὐτοῦ μήτε τοὺς ἐξ ἐκείνων γενησομένους, βασιλέα τε τῆς Ῥωμαίων πόλεως μηκέτι καταστήσειν μηθένα μηδὲ τοῖς καθιστάναι βουλομένοις ἐπιτρέψειν.
そしてこの後、都市の浄化の儀礼を行い、また誓約の犠牲を捧げて、彼ら自身が最初に犠牲獣の切り身の前に立ち誓いを立て、また他の市民たちにも、タルクィニウス王やその子供たち、またそれらの子孫を亡命から連れ戻さないこと、またローマの都市の王にはこれ以上誰も任命しないこと、それを望む者たちにも許可しないことを誓わせた。
ταῦτα μὲν περὶ ἑαυτῶν τε καὶ τῶν τέκνων καὶ τοῦ μεθʼ ἑαυτοὺς γένους ὤμοσαν.
彼らは自分自身と子供たち、そしてその後の世代についてこのように誓った。
§5.1.4ἐπειδὴ δὲ πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιοι γεγονέναι τοῖς κοινοῖς πράγμασιν ἔδοξαν οἱ βασιλεῖς, φυλάττειν τοὔνομα τῆς ἀρχῆς, ὅσον ἂν ἡ πόλις διαμένῃ χρόνον, βουλόμενοι τοὺς ἱεροφάντας τε καὶ οἰωνομάντεις ἐκέλευσαν ἀποδεῖξαι τὸν ἐπιτηδειότατον τῶν πρεσβυτέρων, ὃς οὐδενὸς ἤμελλεν ἕξειν ἑτέρου πλὴν τῶν περὶ τὰ θεῖα σεβασμῶν τὴν προστασίαν, ἁπάσης λειτουργίας πολεμικῆς καὶ πολιτικῆς ἀφειμένος, ἱερῶν καλούμενος βασιλεύς.
しかし、王たちが公共の事柄に対して多くの、かつ大きな便益をもたらしたと思われたので、その職の名を都市が存続する限り守りたいと望み、彼らは神官や鳥占い師たちに、長老たちの中から最もふさわしい者を一人選出するよう命じた。 その者は、神聖な事柄に関する敬神の指導権を除く、他にいかなる権限も持たないことになっており、あらゆる軍事的および政治的な公役から解放され、祭司王と呼ばれることになる者であった。
καὶ καθίσταται πρῶτος ἱερῶν βασιλεὺς Μάνιος Παπίριος ἐκ τῶν πατρικίων ἀνὴρ ἡσυχίας φίλος.
そして、パトリキの中から最初の祭司王として、平穏を愛する人物であるマニウス・パピリウスが任命された。

語釈・文法注

  1. 5.1.1ἀριθμόν — 「数において」を意味する関係の対格(副詞的対格)であり、期間を表す対格句(ἐτῶν ... διακοσίων)に添えられて数量を限定している。
  2. 5.1.2ἐλθόντων εἰς τὴν πόλιν τῶν ἀπὸ στρατοπέδου — 属格絶対の構造。執政官たちが他の多くの市民を自分たちのもとに引き連れた契機、あるいは時間的な背景を示すために挿入されている。
  3. 5.1.4ἱερῶν καλούμενος βασιλεύς — ラテン語の rex sacrorum(祭司王)のギリシア語訳。王政廃止後も、かつて王が執行していた宗教的祭儀を継続・維持するために設けられた、政治権力を持たない神官職を指す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.1.1-5.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.1.1-5.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。