§5.2.1ὡς δὲ κατεστήσαντο ταῦτα, δείσαντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δόξα τοῖς πολλοῖς ἐγγένηται περὶ τῆς καινῆς πολιτείας οὐκ ἀληθής, ὅτι δύο βασιλεῖς κύριοι γεγόνασι τῆς πόλεως ἀνθʼ ἑνὸς ἑκατέρου τῶν ὑπάτων τοὺς δώδεκα πελέκεις ἔχοντος, ὥσπερ εἶχον οἱ βασιλεῖς, ἔκριναν τό τε δέος ἀφελέσθαι τῶν πολιτῶν καὶ τῆς ἐξουσίας μειῶσαι τὸν φθόνον, τοῦ μὲν ἑτέρου τῶν ὑπάτων τοὺς δώδεκα κατατάξαντες προηγεῖσθαι πελέκεις, τοῦ δʼ ἑτέρου δώδεκα ὑπηρέτας ῥάβδους ἔχοντας μόνον, ὡς δέ τινες ἱστοροῦσι, καὶ κορύνας, γίνεσθαι δὲ τῶν πελέκεων τὴν παράληψιν ἐκ περιτροπῆς ἕνα μῆνα κατέχοντος αὐτοὺς ἑκατέρου παραλλάξ.
在确立了这些制度后,在我看来,他们由于担心民众对新政体产生不实的看法——即因为两位执政官各执十二柄战斧(如过去的国王们所拥有的那样),从而认为城邦的主人由一个国王变成了两个——便决定消除公民的恐惧,并减轻对其权力的嫉妒。 因此,他们规定,由十二柄战斧在其中一位执政官前引路,而另一位执政官则仅由十二名手持权杖——根据某些人的记载,还有短棍——的侍从跟随;并且,战斧的持有应轮流进行,每人轮流执掌一个月。
§5.2.2τοῦτο δὴ τὸ πολίτευμα καταστησάμενοι καὶ ἄλλα τούτοις παραπλήσια οὐκ ὀλίγα πρόθυμον ἐποίησαν εἰς τὴν διαμονὴν τῶν πραγμάτων τὸν δημότην καὶ ταπεινὸν ὄχλον καὶ γὰρ τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων τοὺς ὑπὸ Τυλλίου γραφέντας φιλανθρώπους καὶ δημοτικοὺς εἶναι δοκοῦντας, οὓς ἅπαντας κατέλυσε Ταρκύνιος, ἀνενεώσαντο καὶ τὰς θυσίας τάς τε κατὰ πόλιν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν, ἃς ἐποιοῦντο κοινῶς συνιόντες οἱ δημόται τε καὶ οἱ φυλέται, πάλιν προσέταξαν ἐπιτελεῖσθαι, ὡς ἐπὶ Τυλλίου συνετελοῦντο· ἐκκλησιάζειν τʼ αὐτοῖς ἀπέδοσαν ὑπὲρ τῶν μεγίστων καὶ ψῆφον ἐπιφέρειν καὶ τἆλλα πράττειν, ὅσα κατὰ τοὺς προτέρους ἐθισμοὺς ἔπραττον.
通过确立这一制度以及不少与之类似的措施,他们使平民和卑微的民众热切地期望维持现存的秩序。 因为他们恢复了由图利乌斯起草、被认为仁慈且民主的关于契约的法律——所有这些法律曾被塔克文废除——并下令重新举行城内和乡野的祭祀,这些祭祀曾由平民和部落成员共同聚集举行,正如图利乌斯时代所进行的那样;他们还向民众归还了就最重大事务举行大会、投票表决以及按照先前的习惯进行其他一切事务的权利。
§5.2.3τοῖς μὲν οὖν πολλοῖς καθʼ ἡδονὴν τὰ γινόμενα ὑπʼ αὐτῶν ἦν ἐκ πολυχρονίου δουλείας εἰς ἀνέλπιστον ἀφιγμένοις ἐλευθερίαν, εὑρέθησαν δέ τινες ἐξ αὐτῶν ὅμως, οἷς πόθος ἦν τῶν ἐν τυραννίδι κακῶν διʼ εὐήθειαν ἢ διὰ πλεονεξίαν, ἄνδρες οὐκ ἀφανεῖς, οἳ συνώμοσαν ἐπὶ προδοσίᾳ τῆς πόλεως Ταρκύνιόν τε καταδέξασθαι συνθέμενοι καὶ τοὺς ὑπάτους ἀποκτεῖναι.
因此,对于从长期的奴役中获得意想不到的自由的大众来说,执政官们的所作所为是极合心意的;然而,他们中仍有一些人,由于愚蠢或贪婪,对僭主统治下的恶劣状况心生向往,这些人并非无名之辈,他们密谋背叛城市,合谋迎回塔克文并杀死执政官。
ἡγεμόνες δʼ αὐτῶν οἵτινες ἐγένοντο καὶ διʼ οἵας ἐξηλέγχθησαν ἀνελπίστου συντυχίας καίτοι πάντας ἀνθρώπους λεληθέναι δοκοῦντες, μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβὼν λέξω.
至于他们的领袖是谁,以及尽管他们似乎瞒过了所有人,却因何种意想不到的巧合而被揭露,我将在追溯不久前发生的一些细节后予以叙述。