Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.17.1-5.17.6

ブルートゥスの葬儀と追悼演説の起源

346 / 962 箇所 · ギリシア語

要旨

戦闘終結後、ブルートゥスの葬儀がローマで盛大に行われ、執政官ウァレリウスが初の追悼演説を行った。著者はこの追悼演説の習慣について、アテナイの制度と比較しながら、ローマ起源の古く優れたものであると解説する。

§5.17.1τοιοῦτο μὲν ἡ μάχη τέλος ἔλαβεν·
\nτοιοῦτο μὲν ἡ μάχη τέλος ἔλαβεν· 戦いはこのようにして終結した。
τῇ δʼ ἑξῆς ἡμέρᾳ σκυλεύσαντες οἱ Ῥωμαῖοι τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἑαυτῶν θάψαντες ἀπῄεσαν.
翌日、ローマ人たちは敵の死体から剥ぎ取り、自分たちの死者を埋葬したのちに立ち去った。
τὸ δὲ Βρούτου σῶμα ἀράμενοι μετὰ πολλῶν ἐπαίνων τε καὶ δακρύων εἰς τὴν Ῥώμην ἀπεκόμιζον οἱ κράτιστοι τῶν ἱππέων στεφάνοις κεκοσμημένον ἀριστείοις.
最優秀の騎兵たちが、勲功の冠で飾られたブルートゥスの遺体を抱え、多くの賛辞と涙を伴ってローマへと送り返した。
§5.17.2ὑπήντα δʼ αὐτοῖς ἥ τε βουλὴ θριάμβου καταγωγῇ ψηφισαμένη κοσμῆσαι τὸν ἡγεμόνα, καὶ ὁ δῆμος ἅπας κρατῆρσι καὶ τραπέζαις ὑποδεχόμενος τὴν στρατιάν.
\n\n彼らを元老院が迎え、彼らはその指揮官に凱旋式の挙行を議決して栄誉を授けることとし、また民衆全員が鉢と食卓をもって軍隊を迎え入れた。
ὡς δʼ εἰς τὴν πόλιν ἀφίκοντο, πομπεύσας ὁ ὕπατος, ὡς τοῖς βασιλεῦσιν ἔθος ἦν, ὅτε τὰς τροπαιφόρους πομπάς τε καὶ θυσίας ἐπιτελοῖεν, καὶ τὰ σκῦλα τοῖς θεοῖς ἀναθείς, ἐκείνην μὲν τὴν ἡμέραν ἱερὰν ἀνῆκε καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑστιάσει ὑπεδέχετο·
彼らが市内に入ると、執政官は、王たちが戦勝記念の行列や犠牲祭を行うときの慣習に従って行進し、分捕り品を神々に捧げたあと、その日を祝日とし、もっとも顕著な市民たちを宴会でもてなした。
τῇ δʼ ἑξῆς ἡμέρᾳ φαιὰν ἐσθῆτα λαβὼν καὶ τὸ Βρούτου σῶμα προθεὶς ἐν ἀγορᾷ κεκοσμημένον ἐπὶ στρωμνῆς ἐκπρεποῦς συνεκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ προελθὼν ἐπὶ τὸ βῆμα τὸν ἐπιτάφιον ἔλεξεν ἐπʼ §5.17.3αὐτῷ λόγον.
翌日、彼は喪服を身にまとし、豪華な寝台の上に飾られたブルートゥスの遺体を広場に安置し、民衆を民会に召集すると、演壇に進み出て彼のために\n\n 追悼の演説を行った。
εἰ μὲν οὖν Οὐαλέριος πρῶτος κατεστήσατο τὸν νόμον τόνδε Ῥωμαίοις ἢ κείμενον ὑπὸ τῶν βασιλέων παρέλαβεν, οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν·
ウァレリウスがこの法律をローマ人のために最初に制定したのか、それとも王たちによって制定されていたものを受け継いだのか、私には確かなことは言えない。
ὅτι δὲ Ῥωμαίων ἐστὶν ἀρχαῖον εὕρεμα τὸ παρὰ τὰς ταφὰς τῶν ἐπισήμων ἀνδρῶν ἐπαίνους τῆς ἀρετῆς αὐτῶν λέγεσθαι καὶ οὐχ Ἕλληνες αὐτὸ κατεστήσαντο πρῶτοι, παρὰ τῆς κοινῆς ἱστορίας οἶδα μαθών, ἣν ποιητῶν τε οἱ παλαιότατοι καὶ συγγραφέων οἱ λογιώτατοι παραδεδώκασιν.
しかし、著名な人々の葬儀において彼らの徳に対する賛辞が述べられることはローマ人の古い発明であり、ギリシア人が最初にこれを制定したのではないということは、最も古い詩人たちや最も博識な歴史家たちが伝えてきた共通の歴史から学び知っている。
§5.17.4ἀγῶνας μὲν γὰρ ἐπιταφίους τιθεμένους ἐπὶ τοῖς ἐνδόξοις ἀνδράσι γυμνικούς τε καὶ ἱππικοὺς ὑπὸ τῶν προσηκόντων ἱστορήκασιν, ὡς ὑπό τʼ Ἀχιλλέως ἐπὶ Πατρόκλῳ καὶ ἔτι πρότερον ὑφʼ Ἡρακλέους ἐπὶ Πέλοπι·
\n\nというのも、高名な人々に対して親族の手で体育や競馬の葬送競技が催されたことは、アキレウスによるパトロクロスのために、あるいはそれよりさらに以前にヘラクレスによるペロプスのために催されたように歴史に記録されているが、彼らに対して賛辞が述べられたことは、アテナイの悲劇作家たちを除いては書かれていないからである。
ἐπαίνους δὲ λεγομένους ἐπʼ αὐτοῖς οὐ γράφουσιν ἔξω τῶν Ἀθήνησι τραγῳδοποιῶν, οἳ κολακεύοντες τὴν πόλιν ἐπὶ τοῖς ὑπὸ Θησέως θαπτομένοις καὶ τοῦτʼ ἐμύθευσαν.
悲劇作家たちはテーセウスによって埋葬された者たちのためにアテナイをへつらって、このことも作り話にしたのである。
ὀψὲ γάρ ποτε Ἀθηναῖοι προσέθεσαν τὸν ἐπιτάφιον ἔπαινον τῷ νόμῳ, εἴτʼ ἀπὸ τῶν ἐπʼ Ἀρτεμισίῳ καὶ περὶ Σαλαμῖνα καὶ ἐν Πλαταιαῖς ὑπὲρ τῆς πατρίδος ἀποθανόντων ἀρξάμενοι, εἴτʼ ἀπὸ τῶν περὶ Μαραθῶνα ἔργων.
アテナイ人が葬送の賛辞を法律に付け加えたのはずっと後になってからのことであり、アルテミシオンやサラミス、またプラタイアイにおいて祖国のために死んだ者たちから始めたか、あるいはマラトンの戦いから始めたのである。
ὑστερεῖ δὲ καὶ τὰ Μαραθώνια τῆς Βρούτου ταφῆς, εἰ δὴ ἀπὸ τούτων πρώτων ἤρξαντο οἱ ἔπαινοι λέγεσθαι τοῖς ἀπογενομένοις, ἑκκαίδεκα ἔτεσιν.
しかし、もしこの最初の者たちから死者に対する賛辞が述べられ始めたのだとしても、マラトンの戦いはブルートゥスの葬儀よりも16年後れている。
§5.17.5εἰ δέ τις ἐάσας σκοπεῖν, οἵ τινες ἦσαν οἱ πρῶτοι τοὺς ἐπιταφίους ἐπαίνους καταστησάμενοι, τὸν νόμον αὐτὸν ἐφʼ ἑαυτοῦ βουληθείη καταμαθεῖν, παρʼ ὁποτέροις ἄμεινον ἔχει, τοσούτῳ φρονιμώτερον εὑρήσει παρὰ τοῖσδε κείμενον αὐτὸν ἢ παρʼ ἐκείνοις, ὅσῳ γʼ Ἀθηναῖοι μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις καταστήσασθαι τοὺς ἐπιταφίους ἀγορεύεσθαι λόγους δοκοῦσιν ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον ἀρετῆς, κἂν τἆλλα φαῦλος γένηταί τις, ἐξετάζειν οἰόμενοι δεῖν τοὺς ἀγαθούς· §5.17.6Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.
\n\nしかし、誰が最初に葬送の賛辞を制定したのかを調べるのをやめて、この法律そのものをそれ自体として理解し、どちらの側においてより優れているかを知りたいと望むなら、アテナイ人が戦争で埋葬される者たちのために、死における唯一の徳(たとえ他の点では不道徳な者であっても、善い人間は死を吟味すべきだと考えているため)から葬送の演説が語られるように定めたと思われるのに対して、\n\nローマ人は、すべての著名な人々、すなわち戦争の指揮権を執った者であれ、国政の指導権を執って賢明な助言と立派な行動を示した者であれ、この栄誉を授けるよう定めたからであり、それは戦争で死んだ者たちだけでなく、いかなる生涯の最期を迎えた者たちに対しても、死における一時の栄光からではなく、生涯全体にわたる徳から善い人々が賛美されるべきだと考えたからであり、その点においてローマ人のもとで定められた法がいかに賢明であるかを見出すであろう。

語釈・文法注

  1. 5.17.2θριάμβου καταγωγῇ — 名詞の与格。動詞 `κοσμῆσαι`(栄誉を授ける)または分詞 `ψηφισαμένη`(議決した)を修飾する、手段または方法を示す与格として機能している。
  2. 5.17.5τοσούτῳ ... ὅσῳ — 比較の程度・差を表す与格を伴う相関構文。「〜であればあるほど、それだけいっそう〜である」を意味し、ここではアテナイ人とローマ人の間でのこの法律の賢明さの度合いを比較している。
  3. 5.17.5κἂν τἆλλα φαῦλος γένηται τις — `κἂν` は `καὶ ἐάν`(たとえ〜であっても)の縮約。`τἆλλα`(τὰ ἄλλα)は関係・観点を示す対格(他の点においては)として機能する。
  4. 5.17.6Ῥωμαῖοι δὲ — 5.17.5 の従属節内にある `Ἀθηναῖοι μὲν` と対比される主語。主節の動詞 `εὑρήσει`(5.17.5)に導かれる相関関係の後半部分を形成している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.17.1-5.17.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.17.1-5.17.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。