§5.15.1μελλόντων δʼ αὐτῶν εἰς χεῖρας ἰέναι προελθὼν ἐκ τῆς τάξεως τῶν Τυρρηνῶν εἷς τῶν Ταρκυνίου παίδων, Ἄρρους ὄνομα, ῥωμήν τε κράτιστος καὶ ψυχὴν λαμπρότατος τῶν ἀδελφῶν, ἐγγὺς τῶν Ῥωμαίων ἐλάσας τὸν ἵππον, ὅθεν μορφήν τε καὶ φωνὴν ἅπαντες ἔμελλον αὐτοῦ συνήσειν, λόγους ὑβριστὰς εἰς τὸν ἡγεμόνα τῶν Ῥωμαίων Βροῦτον ἀπερρίπτει, θηρίον ἄγριον ἀποκαλῶν καὶ τέκνων αἵματι μιαρόν, ἀνανδρίαν τʼ ἐν ταὐτῷ καὶ δειλίαν ὀνειδίζων, καὶ τελευτῶν εἰς τὸν ὑπὲρ ἁπάντων ἀγῶνα προὐκαλεῖτο μόνον αὑτῷ
彼らがまさに白兵戦に入ろうとしていたとき、エトルリア人の陣列からタルクィニウスの息子の一人、アルンスという名で、兄弟たちの中で肉体が最も頑健で精神が最も華々しい者が進み出て、ローマ人の近くへと馬を走らせた。 そこは、すべての者が彼の姿と声をはっきりと聞き知ることができる場所であった。 彼はローマ人の指揮官ブルートゥスに対して、「野蛮な獣」と呼び、また「自らの子供たちの血に汚れた者」と呼んで侮辱的な言葉を投げつけ、同時に彼の臆病さと卑怯さを非難し、最後には自分と一騎打ちをするよう、全体の勝敗をかけた戦いへと彼を挑発した。
§5.15.2συνοισόμενον. κἀκεῖνος οὐκ ἀξιῶν τοὺς ὀνειδισμοὺς ὑπομένειν ἤλαυνε τὸν ἵππον ἐκ τῆς τάξεως, ὑπεριδὼν καὶ τῶν ἀποτρεπόντων φίλων ἐπὶ τὸν κατεψηφισμένον ὑπὸ τῆς μοίρας θάνατον ἐπειγόμενος.
彼もまた、その非難に甘んじることを良しとせず、引き止めようとする友人たちをも無視し、運命によって定められた死へと急ぎながら、陣列から馬を走らせた。
ὁμοίῳ δʼ ἀμφότεροι θυμῷ φερόμενοι καὶ λογισμὸν οὐχ ὧν πείσονται λαβόντες, ἀλλʼ ὧν ἐβούλοντο δρᾶσαι, συρράττουσι τοὺς ἵππους ἐξ ἐναντίας ἐλαύνοντες καὶ φέρουσι ταῖς σαρίσαις ἀφύκτους κατʼ ἀλλήλων πληγὰς ἀμφότεροι διʼ ἀσπίδων τε καὶ θωράκων, ὁ μὲν εἰς τὰ πλευρὰ βάψας τὴν αἰχμήν, ὁ δʼ εἰς τὰς λαγόνας·
二人とも同じような激情に駆られ、自分が受けるであろう被害を考慮することなく、ただ自分が成し遂げたいことだけを考えて、正面から馬を走らせて衝突させ、盾と胸当てを貫いて、互いに避けることのできない打撃を槍で浴びせ合った。 一方は相手の脇腹に槍の先を突き刺し、他方は下腹部に突き刺した。
καὶ οἱ ἵπποι αὐτῶν ἐμπλέξαντες τὰ στήθη τῇ ῥύμῃ τῆς φορᾶς ἐπὶ τοῖς ὀπισθίοις ἀνίστανται ποσὶ καὶ τοὺς ἐπιβάτας ἀναχαιτίσαντες ἀποσείονται.
彼らの馬は激しい衝突の勢いで胸をぶつけ合わせ、後ろ脚で立ち上がり、乗り手を振り落として退けた。
§5.15.3οὕτω μὲν δὴ πεσόντες ἔκειντο πολὺ διὰ τῶν τραυμάτων ἐκβάλλοντες αἷμα καὶ ψυχορραγοῦντες, αἱ δʼ ἄλλαι δυνάμεις ὡς τοὺς ἡγεμόνας εἶδον συμπεσόντας, ὠθοῦνται σὺν ἀλαλαγμῷ καὶ πατάγῳ, καὶ γίνεται μέγιστος ἁπάντων ἀγὼν πεζῶν τε §5.15.4καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρους ὁμοία.
こうして彼らは落馬し、傷口から多くの血を流して瀕死の状態で横たわっていた。 一方、他の軍勢は彼らの指揮官たちが相討ちになったのを目にすると、鬨の声と衝突の音とともに押し寄せ、歩兵と騎兵の双方による最大の戦闘が始まり、双方の運命は互角であった。
Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρας ἔχοντες, ἐφʼ οὗ τεταγμένος ἦν ὁ ἕτερος τῶν ὑπάτων Οὐαλέριος, ἐνίκων τοὺς Οὐιεντανοὺς καὶ μέχρι τοῦ στρατοπέδου διώξαντες ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατος ἔχοντες στάσιν, ὧν ἡγοῦντο Τῖτος καὶ Σέξτος οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες, ἐτρέψαντο τοὺς ἐπὶ τοῦ λαιοῦ ὄντας Ῥωμαίων κέρατος, καὶ πλησίον τοῦ χάρακος αὐτῶν γενόμενοι πείρας μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰς δὲ πληγὰς λαβόντες ὑποστάντων αὐτοὺς τῶν ἔνδον ἀπετράποντο.
というのも、二人の執政官の一人であるウァレリウスが配置されていた右翼を占めるローマ軍は、ウェイイ軍を打ち破り、彼らを陣営まで追撃して平原を死体で埋め尽くしたが、一方で、国王タルクィニウスの息子であるティトゥスとセクストゥスが率いるエトルリア軍の右翼は、ローマ軍の左翼にいる者たちを敗走させ、彼らの陣塁の近くにまで達すると、突撃によってその防御を奪い取ることができるか試みることを止めなかったが、内部の者たちが彼らに立ち向かったため、多くの傷を負って退けられたからである。
ἦσαν δʼ αὐτοῦ φύλακες οἱ τριάριοι λεγόμενοι, παλαιοί τε καὶ πολλῶν ἔμπειροι πολέμων, οἷς ἐσχάτοις, ὅταν ἀπογνωσθῇ πᾶσα ἐλπίς, εἰς τοὺς περὶ τῶν μεγίστων ἀγῶνας καταχρῶνται.
そこにはトリアリイと呼ばれる守備兵たちがいた。 彼らは多くの戦争を経験した退役兵であり、あらゆる希望が絶たれたとき、国家の命運をかけた戦いにおいて最後に投入される者たちであった。