§5.14.1διαπραξάμενοι δὲ ταῦτα καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπισάμενοι τέως μὲν ὑπὸ τῇ πόλει τὰς δυνάμεις συνεῖχον ἐν τοῖς πεδίοις ὑπὸ σημείοις τε καὶ ἡγεμόσι τεταγμένας καὶ τὰ πρὸς τὸν πόλεμον ἀσκούσας πυνθανόμενοι τοὺς φυγάδας ἐξ ἁπασῶν τῶν ἐν Τυρρηνίᾳ πόλεων ἀγείρειν ἐπὶ σφᾶς στρατόν, καὶ δύο μὲν πόλεις ἐκ τοῦ φανεροῦ συλλαμβάνειν αὐτοῖς τῆς καθόδου, Ταρκυνιήτας τε καὶ Οὐιεντανούς, ἀξιοχρέοις δυνάμεσιν ἀμφοτέρας, ἐκ δὲ τῶν ἄλλων ἐθελοντάς τινας, οὓς μὲν ὑπὸ φίλων παρασκευασθέντας, οὓς δὲ μισθοφόρους·
彼らはこれらのことを成し遂げ、戦争の準備を整えると、しばらくの間は、軍勢を軍旗と指揮官のもとに整列させ、戦争の訓練をさせながら、市の間近の平原に留めておいた。 それは、亡命者たちがエトルリアのすべての都市から自分たちに対する軍勢を集めており、二つの都市、すなわちタルクィニイとウェイイが、いずれも相当な軍勢をもって彼らの帰還を公然と援助しており、その他の都市からは、ある者は友人たちによって手配され、ある者は傭兵である一部の志願兵たちが加わっている、と聞き知ったからである。
ἐπεὶ δʼ ἔμαθον ἐξεληλυθότας ἤδη τοὺς πολεμίους, ἀπαντᾶν αὐτοῖς ἔγνωσαν, καὶ πρὶν ἐκείνους διαβῆναι τὸν ποταμὸν αὐτοὶ τὰς δυνάμεις διαβιβάσαντες ἐχώρουν πρόσω, καὶ κατεστρατοπέδευσαν πλησίον Τυρρηνῶν ἐν λειμῶνι καλουμένῳ Ναιβίῳ παρὰ δρυμὸν §5.14.2ἱερὸν ἥρωος Ὁρατίου.
しかし、敵がすでに進発したことを知ると、彼らは敵を迎え撃つことを決意し、敵が川を渡る前に、自分たちで軍勢を渡河させて前方へと進み、エトルリア人たちの近く、ナイウィウスと呼ばれる平原の中の、英雄ホラティウスの聖なる森のそばに陣を張った。
ἐτύγχανον δὲ πλήθει τε ἀγχώμαλοι μάλισθʼ αἱ δυνάμεις αὐτῶν οὖσαι καὶ προθυμίᾳ ὁμοίᾳ χωροῦσαι πρὸς τὸν ἀγῶνα ἀμφότεραι.
彼らの軍勢は、数においてはほぼ互角であり、双方とも同じような熱意をもって戦いへと進んでいく状態にあった。
πρώτη μὲν οὖν ἐγένετο τῶν ἱππέων μάχη βραχεῖά τις εὐθὺς ἅμα τῷ συνιδεῖν ἀλλήλους πρὶν ἢ τοὺς πεζοὺς καταστρατοπεδεύεσθαι, ἐν ᾗ διάπειραν ἀλλήλων λαβόντες καὶ οὔτε νικήσαντες οὔτε λειφθέντες πρὸς τοὺς ἑαυτῶν ἑκάτεροι χάρακας ἀπηλλάγησαν·
そこで、まず歩兵が陣を張る前に、互いを目にするやいなや、騎兵による短い戦闘が起こった。 その中で、彼らは互いに力量を試し合い、勝つことも負けることもなく、双方がそれぞれの陣営へと引き揚げていった。
ἔπειτα οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς ἀφʼ ἑκατέρων συνῄεσαν ταξάμενοι τὸν αὐτὸν ἀλλήλοις τρόπον, μέσην μὲν τὴν φάλαγγα τῶν πεζῶν ποιήσαντες, ἐπὶ δὲ τῶν κεράτων ἀμφοτέρων τὴν ἵππον στήσαντες.
その後、双方の重装歩兵と騎兵が、互いに同じやり方で陣形を整えて衝突した。 すなわち、歩兵のファランクスを中央に配し、両翼に騎兵を配置したのである。
§5.14.3ἡγεῖτο δὲ τοῦ μὲν δεξιοῦ Ῥωμαίων κέρατος Οὐαλέριος ὁ προσαιρεθεὶς ὕπατος ἐναντίαν στάσιν ἔχων Οὐιεντανοῖς, τοῦ δʼ εὐωνύμου Βροῦτος, καθʼ ὃ μέρος ἡ Ταρκυνιητῶν δύναμις ἦν·
ローマ軍の右翼を指揮したのは、新たに選出された執政官ウァレリウスであり、ウェイイ人たちと対峙する位置を占めた。 また、左翼を指揮したのはブルートゥスであり、そこにはタルクィニイ人の軍勢が布陣していた。
ἡγεμόνες δʼ αὐτὴν ἐκόσμουν οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες.
そして、王タルクィニウスの息子たちが、この軍勢を指揮し整列させていた。