Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.15.1-5.15.4

布鲁图斯与阿伦斯同归于尽及两军激战

第 344 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯接受了阿伦斯的决斗挑战,两人同归于尽,随后两军爆发了势均力敌的惨烈大战。

§5.15.1μελλόντων δʼ αὐτῶν εἰς χεῖρας ἰέναι προελθὼν ἐκ τῆς τάξεως τῶν Τυρρηνῶν εἷς τῶν Ταρκυνίου παίδων, Ἄρρους ὄνομα, ῥωμήν τε κράτιστος καὶ ψυχὴν λαμπρότατος τῶν ἀδελφῶν, ἐγγὺς τῶν Ῥωμαίων ἐλάσας τὸν ἵππον, ὅθεν μορφήν τε καὶ φωνὴν ἅπαντες ἔμελλον αὐτοῦ συνήσειν, λόγους ὑβριστὰς εἰς τὸν ἡγεμόνα τῶν Ῥωμαίων Βροῦτον ἀπερρίπτει, θηρίον ἄγριον ἀποκαλῶν καὶ τέκνων αἵματι μιαρόν, ἀνανδρίαν τʼ ἐν ταὐτῷ καὶ δειλίαν ὀνειδίζων, καὶ τελευτῶν εἰς τὸν ὑπὲρ ἁπάντων ἀγῶνα προὐκαλεῖτο μόνον αὑτῷ §5.15.2συνοισόμενον.
在他们即将交手之际,塔尔奎尼乌斯的儿子之一,名叫阿伦斯,是兄弟中体魄最强健且精神最杰出的一位,从伊特鲁里亚人的阵列中走了出来。 他将马驱至靠近罗马人的地方,以便所有人都能看清他的容貌并听到他的声音。 他向罗马人的领袖布鲁图斯投去侮辱性的言辞,称其为“野兽”并指责其“沾满了自己孩子的鲜血”,同时痛斥他的懦弱与卑劣,最后挑战他进行一决雌雄的决斗,让他独自与自己对决,以此来决定整体胜负。
κἀκεῖνος οὐκ ἀξιῶν τοὺς ὀνειδισμοὺς ὑπομένειν ἤλαυνε τὸν ἵππον ἐκ τῆς τάξεως, ὑπεριδὼν καὶ τῶν ἀποτρεπόντων φίλων ἐπὶ τὸν κατεψηφισμένον ὑπὸ τῆς μοίρας θάνατον ἐπειγόμενος.
布鲁图斯不甘忍受这些侮辱,不顾朋友们的极力劝阻,向着命运所注定的死亡飞奔而去,将马赶出了阵列。
ὁμοίῳ δʼ ἀμφότεροι θυμῷ φερόμενοι καὶ λογισμὸν οὐχ ὧν πείσονται λαβόντες, ἀλλʼ ὧν ἐβούλοντο δρᾶσαι, συρράττουσι τοὺς ἵππους ἐξ ἐναντίας ἐλαύνοντες καὶ φέρουσι ταῖς σαρίσαις ἀφύκτους κατʼ ἀλλήλων πληγὰς ἀμφότεροι διʼ ἀσπίδων τε καὶ θωράκων, ὁ μὲν εἰς τὰ πλευρὰ βάψας τὴν αἰχμήν, ὁ δʼ εἰς τὰς λαγόνας· καὶ οἱ ἵπποι αὐτῶν ἐμπλέξαντες τὰ στήθη τῇ ῥύμῃ τῆς φορᾶς ἐπὶ τοῖς ὀπισθίοις ἀνίστανται ποσὶ καὶ τοὺς ἐπιβάτας ἀναχαιτίσαντες ἀποσείονται.
两人带着同样的激情,丝毫不考虑自己将遭受何种伤害,而只想着自己想要达到的目的,从相反方向驱马对撞,用长枪穿透了彼此的盾牌和胸甲,向对方施加了无法避开的重击。 一人将矛头刺入对方肋部,另一人则刺入对方侧腹;两匹战马因冲撞的力道而前胸相撞,用后腿直立起来,昂起马头将骑者摔落下来。
§5.15.3οὕτω μὲν δὴ πεσόντες ἔκειντο πολὺ διὰ τῶν τραυμάτων ἐκβάλλοντες αἷμα καὶ ψυχορραγοῦντες, αἱ δʼ ἄλλαι δυνάμεις ὡς τοὺς ἡγεμόνας εἶδον συμπεσόντας, ὠθοῦνται σὺν ἀλαλαγμῷ καὶ πατάγῳ, καὶ γίνεται μέγιστος ἁπάντων ἀγὼν πεζῶν τε §5.15.4καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρους ὁμοία.
就这样,他们落马倒地,由于伤势而大量喷血,奄奄一息。 至于其余的军队,一看见他们的将领双双倒下,便在呐喊与撞击声中涌了上去,发生了一场空前惨烈的步兵与骑兵大混战,双方的命运难分轩轾。
Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρας ἔχοντες, ἐφʼ οὗ τεταγμένος ἦν ὁ ἕτερος τῶν ὑπάτων Οὐαλέριος, ἐνίκων τοὺς Οὐιεντανοὺς καὶ μέχρι τοῦ στρατοπέδου διώξαντες ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατος ἔχοντες στάσιν, ὧν ἡγοῦντο Τῖτος καὶ Σέξτος οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες, ἐτρέψαντο τοὺς ἐπὶ τοῦ λαιοῦ ὄντας Ῥωμαίων κέρατος, καὶ πλησίον τοῦ χάρακος αὐτῶν γενόμενοι πείρας μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰς δὲ πληγὰς λαβόντες ὑποστάντων αὐτοὺς τῶν ἔνδον ἀπετράποντο.
因为,占领右翼的罗马人(两位执政官之一的瓦莱里乌斯被部署在此)击败了维伊人,并一直追击到他们的营垒,使平原上填满了尸体;而由国王塔尔奎尼乌斯的儿子提图斯和塞克斯图斯统率的伊特鲁里亚军右翼,则击溃了罗马军左翼的人马,在接近罗马军的营垒时,他们没有放弃尝试是否能乘势攻克这一防线,但由于里面的守军坚决抵抗,他们受了重伤而被击退。
ἦσαν δʼ αὐτοῦ φύλακες οἱ τριάριοι λεγόμενοι, παλαιοί τε καὶ πολλῶν ἔμπειροι πολέμων, οἷς ἐσχάτοις, ὅταν ἀπογνωσθῇ πᾶσα ἐλπίς, εἰς τοὺς περὶ τῶν μεγίστων ἀγῶνας καταχρῶνται.
营垒的守卫是被称为“老兵”(三线兵)的战士,他们是经验丰富的老兵,经历了许多战争,当所有希望都破灭时,罗马才会在决定最大命运的战斗中最后动用他们。

词汇与语法注释

  1. §5.15.1μελλόντων δʼ αὐτῶν — 属格独立结构。引入以“他们”(两军)为主语的环境背景,与主句的主语(阿伦斯)不同。
  2. §5.15.1τελευτῶν — 现在分词的副词性用法,习惯上表示时间上的推移,意为“最后”或“终于”。
  3. §5.15.2ὧν πείσονται — 伴随先行词省略的关系代词格吸引(同化)。原本应为 ἐκείνων ἃ πείσονται(他们将遭受的事),但由于省略的先行词为属格,关系代词被吸引为 ὧν。随后的 ὧν ἐβούλοντο δρᾶσαι(他们渴望做的事)也经历了同样的格吸引。
  4. §5.15.4εἰ δύναιντο ἑλεῖν — 由连词 εἰ(是否)引导的间接疑问句(或表示目的/尝试的状语从句)。为了反映过去语境下的想法或尝试(主句主动词为过去时 ἀπέστησαν),使用了希求法(optative)的 δύναιντο。
  5. §5.15.4οἷς ἐσχάτοις ... καταχρῶνται — 动词 καταχράομαι 支配与格(οἷς)。形容词 ἐσχάτοις 作叙述性(谓语性)使用,表示“作为最后的手段(使用他们)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.15.1-5.15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.15.1-5.15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。