Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §5.13.1-5.13.5

陰謀者の処刑と国内融和のための三つの施策

342 / 962 箇所 · ギリシア語

要旨

ブルートゥスとウァレリウスの両執政官は、亡命者の復帰を企てた陰謀者たちを処刑し、平民の貴族抜擢、僭主の土地分配、マールスの平原の返還と穀物の廃棄といった三つの国論統一策を実行した。

§5.13.1μετὰ τοῦτʼ ἤδη μιᾷ γνώμῃ περὶ πάντων χρώμενοι τοὺς μὲν ἐπὶ τῇ καθόδῳ τῶν φυγάδων συνομοσαμένους ἅπαντας ἀπέκτειναν παραχρῆμα, καὶ τὸν μηνύσαντα τὴν συνωμοσίαν δοῦλον ἐλευθερίᾳ τε καὶ πολιτείας μεταδόσει καὶ χρήμασι πολλοῖς ἐτίμησαν.
この後、彼らはすでに万事において一つの意思をもって行動し、亡命者たちの帰還のために共謀した者たちを全員、ただちに処刑した。 そして、陰謀を密告した奴隷を、自由と、市民権の付与と、多額の金銭によって顕彰した。
ἔπειτα τρία πολιτεύματα κάλλιστα καὶ συμφορώτατα τῷ κοινῷ καταστησάμενοι τούς τʼ ἐν τῇ πόλει πάντας ὁμονοεῖν παρεσκεύασαν καὶ τὰς τῶν ἐχθρῶν ἑταιρίας ἐμείωσαν.
それから、国家にとって最も優れ、最も有益な三つの政策を制定し、市内のすべての人々が協調するように取り計らい、また敵の徒党を弱体化させた。
§5.13.2ἦν δὲ τὰ πολιτεύματα τῶν ἀνδρῶν τοιάδε·
その男たちの政策は以下のようなものであった。
πρῶτον μὲν ἐκ τῶν δημοτικῶν τοὺς κρατίστους ἐπιλέξαντες πατρικίους ἐποίησαν καὶ συνεπλήρωσαν ἐξ αὐτῶν τὴν βουλὴν τοὺς τριακοσίους·
第一に、平民の中から最も優れた人々を選び出してパトリキとし、彼らによって元老院を(定員の)300人に満たした。
ἔπειτα τὰς οὐσίας τῶν τυράννων εἰς τὸ κοινὸν ἅπασι τοῖς πολίταις φέροντες ἔθεσαν, συγχωρήσαντες ὅσον λάβοι τις ἐξ αὐτῶν ἔχειν· καὶ τὴν αὐτῶν γῆν ὅσην ἐκέκτηντο τοῖς μηδένα κλῆρον ἔχουσι διένειμαν, ἓν μόνον ἐξελόμενοι πεδίον, ὃ κεῖται μεταξὺ τῆς τε πόλεως καὶ τοῦ ποταμοῦ.
第二に、僭主たちの財産を市民全員のために共有のものとし、そこから誰かが手に入れたものをそのまま所有することを認め、また、彼らが所有していた土地を、一区画の土地も持たない者たちに分配した。 ただし、市と川の間に横たわる、ただ一つの平原だけは除外した。
τοῦτο δʼ Ἄρεος ὑπάρχειν ἱερὸν οἱ πρότερον ἐψηφίσαντο ἵπποις τε λειμῶνα καὶ νέοις ἀσκοῦσι τὰς ἐνοπλίους μελέτας γυμνάσιον ἐπιτηδειότατον·
これを、先人たちはマールス(アレース)の聖地、すなわち馬のための牧草地であり、武装訓練に励む若者にとって最も適した体育場とすることを決議していたのである。
ὅτι δὲ καὶ πρότερον ἱερὸν ἦν τοῦδε τοῦ θεοῦ, Ταρκύνιος δὲ σφετερισάμενος ἔσπειρεν αὐτὸ μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τὸ πραχθὲν ὑπὸ τῶν ὑπάτων τότε περὶ τοὺς ἐν αὐτῷ καρπούς.
そして、これが以前からこの神の聖地であったが、タルクィニウスがこれを私物化して種を蒔いていたということの最大の証拠は、当時の執政官たちによってその上の作物に対してなされたことであると私は考える。
§5.13.3ἅπαντα γὰρ ἐπιτρέψαντες τῷ δήμῳ τὰ τῶν τυράννων ἄγειν τε καὶ φέρειν, τὸν ἐν τούτῳ γενόμενον τῷ πεδίῳ σῖτον τὸν μὲν ἐπὶ ταῖς καλάμαις, τὸν δʼ ἐπὶ ταῖς ἔτι ἅλωσιν κείμενον καὶ τὸν ἤδη κατειργασμένον οὐκ ἐπέτρεψαν οὐδενὶ φέρειν, ἀλλʼ ὡς ἐξάγιστόν τε καὶ οὐχ ὡς ἐπιτήδειον εἰς οἰκίας εἰσενεχθῆναι, εἰς τὸν ποταμὸν καταβαλεῖν ἐψηφίσαντο.
なぜなら、彼らは民衆に僭主たちのあらゆる財産を略奪することを許した一方で、この平原に実っていた穀物については、あるものは茎の上のまま、またあるものはまだ脱穀場に置かれたまま、そしてすでに取り入れられたものも、誰一人として持ち去ることを許さず、むしろ、呪われたものであり家に持ち込むには不適なものであるとして、川へ投げ捨てることを決議したからである。
§5.13.4καὶ ἔστι νῦν μνημεῖον ἐμφανὲς τοῦ ποτε ἔργου νῆσος εὐμεγέθης Ἀσκληπιοῦ ἱερά, περίκλυστος ἐκ τοῦ ποταμοῦ, ἥν φασιν ἐκ τοῦ σωροῦ τῆς καλάμης σαπείσης καὶ ἔτι καὶ τοῦ ποταμοῦ προσλιπαίνοντος αὐτῇ ἰλὺν γενέσθαι.
そして、当時のこの行いの目に見える記念碑が、現在ではアスクレーピオスの聖地である大きな島として存在しており、川の水に四方を囲まれている。 彼らの言うところでは、その島は、朽ち果てた茎の山と、さらに川がそこへ泥炭を堆積させ続けたことによって形成されたという。
καὶ τοῖς μετὰ τοῦ τυράννου πεφευγόσι Ῥωμαίων κάθοδον εἰς τὴν πόλιν ἐπʼ ἀδείᾳ τε καὶ ἀμνηστίᾳ παντὸς ἁμαρτήματος ἔδωκαν χρόνον ὁρίσαντες ἡμερῶν εἴκοσιν·
また、彼らは、僭主とともに逃亡したローマ人たちに対して、いかなる過ちについても免責と恩赦を与えた上で市への帰還を許し、20日間の期限を定めた。
εἰ δὲ μὴ κατέλθοιεν ἐν ταύτῃ τῇ προθεσμίᾳ, τιμωρίας αὐτοῖς ὥρισαν ἀιδίους φυγὰς καὶ §5.13.5κτημάτων ὧν ἐκέκτηντο δημεύσεις.
もし彼らがこの期限内に帰還しない場合には、罰として永久追放と、彼らが所有していた財産の没収を定めた。
ταῦτα τῶν ἀνδρῶν τὰ πολιτεύματα τοὺς μὲν ἀπολαύσαντας ἐκ τῆς οὐσίας τῶν τυράννων ὅτου δή τινος ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι πάλιν ἃς ἔσχον ὠφελείας ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν· τοὺς δὲ κατὰ δέος ὧν παρηνόμησαν ἐπὶ τῆς τυραννίδος μὴ δίκην ἀναγκασθεῖεν ὑπέχειν φυγῆς ἑαυτοῖς τιμησαμένους, ἀπαλλαγέντας τοῦ φόβου μηκέτι τὰ τῶν τυράννων, ἀλλὰ τὰ τῆς πόλεως φρονεῖν.
男たちのこれらの政策は、僭主たちの財産から何らかの恩恵を受けた人々に対しては、自分が手にした利益を再び奪われないために、あらゆる危険を耐え忍ぶようにさせ、他方で、僭主政期に犯した不法行為の罰を受けることを恐れて自ら亡命を選んでいた者たちに対しては、その恐怖から免れたことで、もはや僭主の側ではなく、城邦の側に心を寄せるようにさせた。

語釈・文法注

  1. 5.13.2τοῦτο δʼ Ἄρεος ὑπάρχειν ἱερὸν οἱ πρότερον ἐψηφίσαντο — 接続詞 δέ はここでは前文に対する補足情報を導入する役割を果たしている。不定詞 ὑπάρχειν は ἐψηφίσαντο によって導かれる対格不定詞構文(主語は τοῦτο)であり、後半の ἵπποις ... γυμνάσιον は ἱερὸν に対する同格の説明語句である。
  2. 5.13.2ὅτι δὲ καὶ πρότερον ἱερὸν ἦν τοῦδε τοῦ θεοῦ — この ὅτι 節は、主節の不定詞句 τεκμήριον εἶναι の意味上の主語(またはそれと同格の節)として機能している。文の骨格は ἡγοῦμαι τὸ πραχθὲν ... τεκμήριον εἶναι ὅτι...(〜であるということの最大の証拠は、なされたことであると私は考える)となる。
  3. 5.13.5τοὺς μὲν ἀπολαύσαντας ... ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν — 使役の意味を持つ主動詞 ἐποίησεν(主語は ταῦτα τὰ πολιτεύματα)が、対格の主語 τοὺς μὲν ἀπολαύσαντας と不定詞 ὑπομένειν を伴う対格不定詞(使役)構文を形成している。後半の τοὺς δὲ ... φρονεῖν も対比の structure であり、同じ ἐποίησεν に支配されている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §5.13.1-5.13.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.13.1-5.13.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。