Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.14.1-5.14.3

进军伊特鲁里亚与两军布阵

第 343 段,共 962 段 · 希腊语

内容简介

罗马军队进军至伊特鲁里亚以阻止塔尔奎尼亚派复辟,并在霍拉提乌斯圣林附近驻扎。两军在骑兵小试牛刀后,各自布下了步骑协同的全面对决阵势。

§5.14.1διαπραξάμενοι δὲ ταῦτα καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπισάμενοι τέως μὲν ὑπὸ τῇ πόλει τὰς δυνάμεις συνεῖχον ἐν τοῖς πεδίοις ὑπὸ σημείοις τε καὶ ἡγεμόσι τεταγμένας καὶ τὰ πρὸς τὸν πόλεμον ἀσκούσας πυνθανόμενοι τοὺς φυγάδας ἐξ ἁπασῶν τῶν ἐν Τυρρηνίᾳ πόλεων ἀγείρειν ἐπὶ σφᾶς στρατόν, καὶ δύο μὲν πόλεις ἐκ τοῦ φανεροῦ συλλαμβάνειν αὐτοῖς τῆς καθόδου, Ταρκυνιήτας τε καὶ Οὐιεντανούς, ἀξιοχρέοις δυνάμεσιν ἀμφοτέρας, ἐκ δὲ τῶν ἄλλων ἐθελοντάς τινας, οὓς μὲν ὑπὸ φίλων παρασκευασθέντας, οὓς δὲ μισθοφόρους· ἐπεὶ δʼ ἔμαθον ἐξεληλυθότας ἤδη τοὺς πολεμίους, ἀπαντᾶν αὐτοῖς ἔγνωσαν, καὶ πρὶν ἐκείνους διαβῆναι τὸν ποταμὸν αὐτοὶ τὰς δυνάμεις διαβιβάσαντες ἐχώρουν πρόσω, καὶ κατεστρατοπέδευσαν πλησίον Τυρρηνῶν ἐν λειμῶνι καλουμένῳ Ναιβίῳ παρὰ δρυμὸν §5.14.2ἱερὸν ἥρωος Ὁρατίου.
他们在办妥了这些事务并做好战争准备后,暂时将军队集结在城邦附近的平原上,使他们排列在军旗与指挥官麾下进行战争训练。 因为他们获悉,流亡者正从伊特鲁里亚的所有城市招募军队对付他们,并且有两个城市——塔尔奎尼亚和维伊——都以相当规模的军队公开协助他们复辟,而从其他城市则有一些志愿兵,其中一些是由朋友招募的,另一些则是雇佣兵;但当他们得知敌人已经出发时,便决定前去迎击,在对方渡河之前,他们自己便将军队运送渡河并向前推进,在伊特鲁里亚人附近、一片被称为奈维乌斯的草地上扎营,紧邻英雄霍拉提乌斯的圣林。
ἐτύγχανον δὲ πλήθει τε ἀγχώμαλοι μάλισθʼ αἱ δυνάμεις αὐτῶν οὖσαι καὶ προθυμίᾳ ὁμοίᾳ χωροῦσαι πρὸς τὸν ἀγῶνα ἀμφότεραι.
他们的军队在数量上几乎不相上下,而且双方都以同样的热忱奔向战场。
πρώτη μὲν οὖν ἐγένετο τῶν ἱππέων μάχη βραχεῖά τις εὐθὺς ἅμα τῷ συνιδεῖν ἀλλήλους πρὶν ἢ τοὺς πεζοὺς καταστρατοπεδεύεσθαι, ἐν ᾗ διάπειραν ἀλλήλων λαβόντες καὶ οὔτε νικήσαντες οὔτε λειφθέντες πρὸς τοὺς ἑαυτῶν ἑκάτεροι χάρακας ἀπηλλάγησαν·
因此,首先发生了一场简短的骑兵战,就在他们一看见彼此、而步兵还未扎营的时候;在此战中,他们互相试探了实力,既未获胜也未落败,双方各自退回了自己的营垒。
ἔπειτα οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς ἀφʼ ἑκατέρων συνῄεσαν ταξάμενοι τὸν αὐτὸν ἀλλήλοις τρόπον, μέσην μὲν τὴν φάλαγγα τῶν πεζῶν ποιήσαντες, ἐπὶ δὲ τῶν κεράτων ἀμφοτέρων τὴν ἵππον στήσαντες.
随后,双方的重装步兵和骑兵以彼此相同的方式排开阵势进行交锋:他们将步兵方阵置于中央,而将骑兵部署在两翼。
§5.14.3ἡγεῖτο δὲ τοῦ μὲν δεξιοῦ Ῥωμαίων κέρατος Οὐαλέριος ὁ προσαιρεθεὶς ὕπατος ἐναντίαν στάσιν ἔχων Οὐιεντανοῖς, τοῦ δʼ εὐωνύμου Βροῦτος, καθʼ ὃ μέρος ἡ Ταρκυνιητῶν δύναμις ἦν· ἡγεμόνες δʼ αὐτὴν ἐκόσμουν οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες.
罗马军队的右翼由新选出的执政官瓦莱里乌斯统率,他处于与维伊人对峙的位置,左翼则由布鲁图斯统率,在这一侧布防的是塔尔奎尼亚人的军队;而国王塔尔奎尼乌斯的儿子们则统率并整顿着这支军队。

词汇与语法注释

  1. 5.14.1συλλαμβάνειν αὐτοῖς τῆς καθόδου — 意为“协助”的动词 συλλαμβάνω 接与格(αὐτοῖς)表示协助的对象,接属格(τῆς καθόδου)表示协助的具体行动。在此处意为“协助他们复辟(归国)”。
  2. 5.14.2ἐτύγχανον ... οὖσαι ... καὶ ... χωροῦσαι — 这是 τυγχάνω 动词与分词(οὖσαι 和 χωροῦσαι)连用的句型,分词与主语 αἱ δυνάμεις(复数)一致,动词为第三人称复数未完成过去式 ἐτύγχανον,表示“他们的军队实际上正处于……和……的状态”。
  3. 5.14.2μέσην μὲν τὴν φάλαγγα ... ποιήσαντες — 形容词 μέσην 与 τὴν φάλαγγα 连用,作叙述性(谓语性)修饰,意为“将步兵方阵置于中央”,与后文的 ἐπὶ δὲ τῶν κεράτων(而在两翼)相对应。
  4. 5.14.3αὐτὴν ἐκόσμουν — 代词 αὐτήν(阴性单数宾格)指代前一个分句的主语,即阴性名词 ἡ Ταρκυνιητῶν δύναμις(塔尔奎尼亚人的军队)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.14.1-5.14.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.14.1-5.14.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。