§5.13.1μετὰ τοῦτʼ ἤδη μιᾷ γνώμῃ περὶ πάντων χρώμενοι τοὺς μὲν ἐπὶ τῇ καθόδῳ τῶν φυγάδων συνομοσαμένους ἅπαντας ἀπέκτειναν παραχρῆμα, καὶ τὸν μηνύσαντα τὴν συνωμοσίαν δοῦλον ἐλευθερίᾳ τε καὶ πολιτείας μεταδόσει καὶ χρήμασι πολλοῖς ἐτίμησαν.
Thereafter, now acting with one mind on all matters, they immediately put to death all those who had conspired together for the return of the exiles, and they honored the slave who had informed of the conspiracy with freedom, a share in citizenship, and much money.
ἔπειτα τρία πολιτεύματα κάλλιστα καὶ συμφορώτατα τῷ κοινῷ καταστησάμενοι τούς τʼ ἐν τῇ πόλει πάντας ὁμονοεῖν παρεσκεύασαν καὶ τὰς τῶν ἐχθρῶν ἑταιρίας ἐμείωσαν.
Then, having established three measures most noble and advantageous to the state, they made all those in the city be of one mind and diminished the factions of their enemies.
§5.13.2ἦν δὲ τὰ πολιτεύματα τῶν ἀνδρῶν τοιάδε· πρῶτον μὲν ἐκ τῶν δημοτικῶν τοὺς κρατίστους ἐπιλέξαντες πατρικίους ἐποίησαν καὶ συνεπλήρωσαν ἐξ αὐτῶν τὴν βουλὴν τοὺς τριακοσίους·
The measures of the men were as follows: first, having chosen the best men from among the plebeians, they made them patricians and with them filled up the senate to the number of three hundred.
ἔπειτα τὰς οὐσίας τῶν τυράννων εἰς τὸ κοινὸν ἅπασι τοῖς πολίταις φέροντες ἔθεσαν, συγχωρήσαντες ὅσον λάβοι τις ἐξ αὐτῶν ἔχειν· καὶ τὴν αὐτῶν γῆν ὅσην ἐκέκτηντο τοῖς μηδένα κλῆρον ἔχουσι διένειμαν, ἓν μόνον ἐξελόμενοι πεδίον, ὃ κεῖται μεταξὺ τῆς τε πόλεως καὶ τοῦ ποταμοῦ.
Next, they brought the property of the tyrants into the common stock for all the citizens, allowing everyone to keep whatever they might take from it; and they distributed all the land they had possessed to those who had no allotment, excepting only one plain which lies between the city and the river.
τοῦτο δʼ Ἄρεος ὑπάρχειν ἱερὸν οἱ πρότερον ἐψηφίσαντο ἵπποις τε λειμῶνα καὶ νέοις ἀσκοῦσι τὰς ἐνοπλίους μελέτας γυμνάσιον ἐπιτηδειότατον·
This plain the ancestors had decreed should be sacred to Mars, a meadow for horses and a most suitable exercise-ground for the youth practicing military exercises.
ὅτι δὲ καὶ πρότερον ἱερὸν ἦν τοῦδε τοῦ θεοῦ, Ταρκύνιος δὲ σφετερισάμενος ἔσπειρεν αὐτὸ μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τὸ πραχθὲν ὑπὸ τῶν ὑπάτων τότε περὶ τοὺς ἐν αὐτῷ καρπούς.
And that it was sacred to this god even before, but Tarquinius had appropriated and sown it, I consider the greatest proof to be what was done by the consuls at that time regarding the crops upon it.
§5.13.3ἅπαντα γὰρ ἐπιτρέψαντες τῷ δήμῳ τὰ τῶν τυράννων ἄγειν τε καὶ φέρειν, τὸν ἐν τούτῳ γενόμενον τῷ πεδίῳ σῖτον τὸν μὲν ἐπὶ ταῖς καλάμαις, τὸν δʼ ἐπὶ ταῖς ἔτι ἅλωσιν κείμενον καὶ τὸν ἤδη κατειργασμένον οὐκ ἐπέτρεψαν οὐδενὶ φέρειν, ἀλλʼ ὡς ἐξάγιστόν τε καὶ οὐχ ὡς ἐπιτήδειον εἰς οἰκίας εἰσενεχθῆναι, εἰς τὸν ποταμὸν καταβαλεῖν ἐψηφίσαντο.
For, while they permitted the people to plunder all the property of the tyrants, the corn grown on this plain—some still on the stalks, some still lying on the threshing-floors, and some already processed—they did not permit anyone to carry away, but decreed that it should be thrown into the river, as being accursed and not fit to be brought into any house.
§5.13.4καὶ ἔστι νῦν μνημεῖον ἐμφανὲς τοῦ ποτε ἔργου νῆσος εὐμεγέθης Ἀσκληπιοῦ ἱερά, περίκλυστος ἐκ τοῦ ποταμοῦ, ἥν φασιν ἐκ τοῦ σωροῦ τῆς καλάμης σαπείσης καὶ ἔτι καὶ τοῦ ποταμοῦ προσλιπαίνοντος αὐτῇ ἰλὺν γενέσθαι.
And there is now a visible monument of that deed, a large island sacred to Aesculapius, washed on all sides by the river, which they say was formed from the heap of straw rotting and the river constantly depositing silt against it.
καὶ τοῖς μετὰ τοῦ τυράννου πεφευγόσι Ῥωμαίων κάθοδον εἰς τὴν πόλιν ἐπʼ ἀδείᾳ τε καὶ ἀμνηστίᾳ παντὸς ἁμαρτήματος ἔδωκαν χρόνον ὁρίσαντες ἡμερῶν εἴκοσιν· εἰ δὲ μὴ κατέλθοιεν ἐν ταύτῃ τῇ προθεσμίᾳ, τιμωρίας αὐτοῖς ὥρισαν ἀιδίους φυγὰς καὶ §5.13.5κτημάτων ὧν ἐκέκτηντο δημεύσεις.
They also granted to those of the Romans who had fled with the tyrant a return to the city with impunity and amnesty for every offense, fixing a term of twenty days; and if they did not return within this set time, they decreed as their punishment perpetual exile and confiscation of the property they possessed.
ταῦτα τῶν ἀνδρῶν τὰ πολιτεύματα τοὺς μὲν ἀπολαύσαντας ἐκ τῆς οὐσίας τῶν τυράννων ὅτου δή τινος ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι πάλιν ἃς ἔσχον ὠφελείας ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν· τοὺς δὲ κατὰ δέος ὧν παρηνόμησαν ἐπὶ τῆς τυραννίδος μὴ δίκην ἀναγκασθεῖεν ὑπέχειν φυγῆς ἑαυτοῖς τιμησαμένους, ἀπαλλαγέντας τοῦ φόβου μηκέτι τὰ τῶν τυράννων, ἀλλὰ τὰ τῆς πόλεως φρονεῖν.
These measures of the men caused those who had benefited from any part of the property of the tyrants, in order not to be deprived again of the advantages they had received, to submit to every danger; while those who, out of fear that they might be forced to pay the penalty for their lawless deeds during the tyranny, had sentenced themselves to exile, being freed from fear, it caused them no longer to favor the cause of the tyrants, but that of the city.