§5.11.1τοιαῦτα δὲ λέγοντος αὐτοῦ βοῶν καὶ δεινοπαθῶν ὁ Κολλατῖνος ἐπίβουλόν τε καὶ προδότην τῶν φίλων αὐτὸν παρʼ ἕκαστα ἀποκαλῶν καὶ τὰ μὲν ὑπὲρ τῶν καθʼ ἑαυτοῦ διαβολῶν ἀπολογούμενος, τὰ δʼ ὑπὲρ τῶν ἀδελφιδῶν δεόμενος ψῆφόν τε καθʼ ἑαυτοῦ τοῖς πολίταις οὐκ ἐῶν ἀναδοῦναι χαλεπώτερον ἐποίει τὸν δῆμον καὶ δεινοὺς ἤγειρεν ἐπὶ πᾶσι τοῖς λεγομένοις θορύβους.
彼がこのようなことを語っている間、コッラティヌスは叫び声を上げ、強い憤りを示し、事あるごとに彼を陰謀家であり友人の裏切り者であると呼び、自らに対する中傷に対して弁明する一方で、自らの甥たちのために懇願し、市民たちに自らに対する投票を行わせないようにしたため、民衆をより頑なにし、語られるすべてのことに対して激しい騒乱を引き起こした。
§5.11.2ἠγριωμένων δὲ τῶν πολιτῶν πρὸς αὐτὸν καὶ οὔτʼ ἀπολογίαν ὑπομενόντων οὔτε δέησιν προσιεμένων, ἀλλὰ τὰς ψήφους ἀναδοθῆναι σφίσι κελευσάντων, δι’ εὐλαβείας τὸ πρᾶγμα ὁ κηδεστὴς αὐτοῦ λαβὼν Σπόριος Λουκρήτιος, ἀνὴρ τῷ δήμῳ τίμιος, μὴ μεθʼ ὕβρεως τῆς ἀρχῆς καὶ τῆς πατρίδος ἐκπέσῃ, λόγον αἰτησάμενος παρʼ ἀμφοτέρων τῶν ὑπάτων καὶ τυχὼν τῆς ἐξουσίας ταύτης πρῶτος, ὥς φασιν οἱ Ῥωμαίων συγγραφεῖς, οὔπω τότε Ῥωμαίοις ὄντος ἐν ἔθει δημηγορεῖν ἰδιώτην ἐν ἐκκλησίᾳ, κοινὴν ἐποιήσατο δέησιν ἀμφοτέρων τῶν ὑπάτων, Κολλατίνῳ μὲν παραινῶν μὴ θυμομαχεῖν μηδʼ ἀκόντων κατέχειν τῶν πολιτῶν τὴν ἀρχήν, ἣν παρʼ ἑκόντων ἔλαβεν, ἀλλʼ εἰ δοκεῖ τοῖς δοῦσιν αὐτὴν ἀπολαβεῖν ἑκόντα καταθέσθαι καὶ μὴ τοῖς λόγοις ἀπολύεσθαι τὰς καθʼ ἑαυτοῦ διαβολάς, ἀλλὰ τοῖς πράγμασι, μεταθέσθαι τε τὴν οἴκησιν ἑτέρωσέ ποί ποτε πάντα τὰ ἑαυτοῦ λαβόντα, ἕως ἂν ἐν ἀσφαλεῖ γένηται τὰ κοινά, ἐπειδὴ τοῦτο δοκεῖ τῷ δήμῳ συμφέρειν, ἐνθυμούμενον, ὅτι τοῖς μὲν ἄλλοις ἀδικήμασι γενομένοις ὀργίζεσθαι πεφύκασιν ἅπαντες, προδοσίᾳ δὲ καὶ ὑποπτευομένῃ, σωφρονέστερον ἡγούμενοι καὶ διὰ κενῆς φοβηθέντες αὐτὴν φυλάξασθαι μᾶλλον ἢ §5.11.3καταφρονήσει ἐπιτρέψαντες ἀνατραπῆναι·
市民たちが彼に対して激昂し、弁明も聞き入れず懇願も受け入れようとせず、むしろ自らに投票を行うよう要求したため、彼の義父であり民衆から重んじられていた人物であるスポリウス・ルクレティウスは、彼が不名誉とともに職務と祖国から追放されることのないよう事態を慎重に受け止め、両執政官に発言の許可を求め、この権限を得た――ローマの歴史家たちが言うには、当時はまだローマ人にとって、私人が民会で演説する習慣がなかったため、彼が最初であったとのことである――。 そして彼は両執政官に対して共通の懇願を行い、コッラティヌスに対しては、意固地にならず、自らが望んで受け取った職務を、市民たちが望まないのに保持し続けることのないように、むしろ、それを与えた者たちが取り戻すことをよしとするならば、自ら進んでそれを退き、自らに対する中傷を言葉によってではなく、事実によって晴らすべきであり、また、市民の利益にかなうと思われる以上、自らのすべての財産を携えて、公的な事柄が安全な状態になるまで、どこか他の場所に住まいを移すべきであると勧めた。 それは、他の犯罪に対してはそれが実際に起こった後に誰もが憤るものであるが、裏切りに対してはただ疑いがあるだけでも、たとえ徒労に終わる恐怖であったとしても、侮りによって ¦p.v.2p.156 身を滅ぼすに任せるよりは、警戒する方が賢明であると皆が考えるからである、ということを心に留めさせるためであった。
Βροῦτον δὲ πείθων μὴ μετʼ αἰσχύνης καὶ προπηλακισμοῦ τὸν συνάρχοντα τῆς πατρίδος ἐκβαλεῖν, μεθʼ οὗ τὰ κράτιστα ὑπὲρ τῆς πόλεως ἐβούλευσεν·
一方で彼はブルートゥスに対して、祖国のためにともに最善の策を謀った同僚執政官を、恥辱と侮辱とともに祖国から追放することのないように説得した。
ἀλλʼ ἐὰν αὐτὸς ὑπομένῃ τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραχωρῇ τῆς πατρίδος ἑκών, τήν τʼ οὐσίαν αὐτῷ πᾶσαν ἐπιτρέψαι κατὰ σχολὴν ἀνασκευάσασθαι, καὶ ἐκ τοῦ δημοσίου προσθεῖναί τινα δωρεάν, ἵνα παραμύθιον ἔχῃ τῆς συμφορᾶς τὴν παρὰ τοῦ δήμου χάριν.
そして、もし彼自身が職務を退くことに耐え、自ら進んで祖国を去るならば、その全財産を余裕を持って片付けることを許し、国庫からいくらかの贈り物を付け加え、民衆からの好意がその不幸に対する慰めとなるようにすべきだと説得した。