Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.11.1-5.11.3

斯普里乌斯·鲁克丽提乌斯的介入与调解建议

第 340 段,共 962 段 · 希腊语

内容简介

在科拉提努斯激起民众愤怒之际,其岳父斯普里乌斯·鲁克丽提乌斯介入,建议科拉提努斯自愿卸任并迁居,同时劝说布鲁图斯对其宽大处理。

§5.11.1τοιαῦτα δὲ λέγοντος αὐτοῦ βοῶν καὶ δεινοπαθῶν ὁ Κολλατῖνος ἐπίβουλόν τε καὶ προδότην τῶν φίλων αὐτὸν παρʼ ἕκαστα ἀποκαλῶν καὶ τὰ μὲν ὑπὲρ τῶν καθʼ ἑαυτοῦ διαβολῶν ἀπολογούμενος, τὰ δʼ ὑπὲρ τῶν ἀδελφιδῶν δεόμενος ψῆφόν τε καθʼ ἑαυτοῦ τοῖς πολίταις οὐκ ἐῶν ἀναδοῦναι χαλεπώτερον ἐποίει τὸν δῆμον καὶ δεινοὺς ἤγειρεν ἐπὶ πᾶσι τοῖς λεγομένοις θορύβους.
在他叙述这些话时,科拉提努斯大声喧哗并表现出极度愤怒,在每个场合都指责他是一个阴谋家和朋友的背叛者,一方面为针对自己的诽谤辩护,另一方面为自己的侄子们恳求,并且不许将针对自己的投票交给公民们,这使得民众更加愤怒,并对所说的一切激起了可怕的喧嚣。
§5.11.2ἠγριωμένων δὲ τῶν πολιτῶν πρὸς αὐτὸν καὶ οὔτʼ ἀπολογίαν ὑπομενόντων οὔτε δέησιν προσιεμένων, ἀλλὰ τὰς ψήφους ἀναδοθῆναι σφίσι κελευσάντων, δι’ εὐλαβείας τὸ πρᾶγμα ὁ κηδεστὴς αὐτοῦ λαβὼν Σπόριος Λουκρήτιος, ἀνὴρ τῷ δήμῳ τίμιος, μὴ μεθʼ ὕβρεως τῆς ἀρχῆς καὶ τῆς πατρίδος ἐκπέσῃ, λόγον αἰτησάμενος παρʼ ἀμφοτέρων τῶν ὑπάτων καὶ τυχὼν τῆς ἐξουσίας ταύτης πρῶτος, ὥς φασιν οἱ Ῥωμαίων συγγραφεῖς, οὔπω τότε Ῥωμαίοις ὄντος ἐν ἔθει δημηγορεῖν ἰδιώτην ἐν ἐκκλησίᾳ, κοινὴν ἐποιήσατο δέησιν ἀμφοτέρων τῶν ὑπάτων, Κολλατίνῳ μὲν παραινῶν μὴ θυμομαχεῖν μηδʼ ἀκόντων κατέχειν τῶν πολιτῶν τὴν ἀρχήν, ἣν παρʼ ἑκόντων ἔλαβεν, ἀλλʼ εἰ δοκεῖ τοῖς δοῦσιν αὐτὴν ἀπολαβεῖν ἑκόντα καταθέσθαι καὶ μὴ τοῖς λόγοις ἀπολύεσθαι τὰς καθʼ ἑαυτοῦ διαβολάς, ἀλλὰ τοῖς πράγμασι, μεταθέσθαι τε τὴν οἴκησιν ἑτέρωσέ ποί ποτε πάντα τὰ ἑαυτοῦ λαβόντα, ἕως ἂν ἐν ἀσφαλεῖ γένηται τὰ κοινά, ἐπειδὴ τοῦτο δοκεῖ τῷ δήμῳ συμφέρειν, ἐνθυμούμενον, ὅτι τοῖς μὲν ἄλλοις ἀδικήμασι γενομένοις ὀργίζεσθαι πεφύκασιν ἅπαντες, προδοσίᾳ δὲ καὶ ὑποπτευομένῃ, σωφρονέστερον ἡγούμενοι καὶ διὰ κενῆς φοβηθέντες αὐτὴν φυλάξασθαι μᾶλλον ἢ §5.11.3καταφρονήσει ἐπιτρέψαντες ἀνατραπῆναι· Βροῦτον δὲ πείθων μὴ μετʼ αἰσχύνης καὶ προπηλακισμοῦ τὸν συνάρχοντα τῆς πατρίδος ἐκβαλεῖν, μεθʼ οὗ τὰ κράτιστα ὑπὲρ τῆς πόλεως ἐβούλευσεν· ἀλλʼ ἐὰν αὐτὸς ὑπομένῃ τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραχωρῇ τῆς πατρίδος ἑκών, τήν τʼ οὐσίαν αὐτῷ πᾶσαν ἐπιτρέψαι κατὰ σχολὴν ἀνασκευάσασθαι, καὶ ἐκ τοῦ δημοσίου προσθεῖναί τινα δωρεάν, ἵνα παραμύθιον ἔχῃ τῆς συμφορᾶς τὴν παρὰ τοῦ δήμου χάριν.
由于公民们对他极度愤怒,既不容忍任何辩护,也不接受任何恳求,反而要求将选票发给他们,他的岳父斯普里乌斯·鲁克丽提乌斯——一位深受民众尊敬的人——出于谨慎对待此事,以免他带着侮辱被剥夺官职并驱逐出祖国,便向两位执政官请求发言,并获得了这一权力。 正如罗马史家所说,他是第一个这样做的人,因为当时罗马人还没有私人在大会上发表政治演说的习惯。 他向两位执政官提出了共同的恳求:一方面劝告科拉提努斯不要意气用事,也不要在公民们违背意愿时强行保住他从心甘情愿的公民们那里获得的官职,而是如果给予官职的人认为应当收回,就应当自愿放弃,并且不要用言语,而要用事实来消除针对自己的诽谤,并在携带自己所有的财产迁往他处居住,直到公共事务处于安全状态,因为这似乎对民众有利。 他要记住,人们对于其他已经发生的罪行固然天生会感到愤怒,但对于通敌叛国,即使只是怀疑,人们也认为更为明智的是,哪怕是虚惊一场也要加以防范,而不是 ¦p.v.2p.156 因轻视而听任其颠覆;另一方面,他劝说布鲁图斯不要带着羞辱和侮辱将他的同僚执政官驱逐出祖国,毕竟他曾与这位同僚一起为城邦谋划了最有利的事情;但如果他自己同意放下官职并自愿离开祖国,就允许他从容地收拾好所有的财产,并从国库中给予一定的赠礼,以便将来自民众的恩惠作为对他不幸的慰藉。

词汇与语法注释

  1. 5.11.2μὴ μεθʼ ὕβρεως τῆς ἀρχῆς καὶ τῆς πατρίδος ἐκπέσῃ — 由表示忧虑、戒备的短语 `δι’ εὐλαβείας ... λαβών`(谨慎对待、担忧)所引导的 `μή` 从句(带虚拟式 `ἐκπέσῃ`)。属格 `τῆς ἀρχῆς`(官职)和 `τῆς πατρίδος`(祖国)作为表示分离的属格,受 `ἐκπέσῃ` 支配。
  2. 5.11.2οὔπω τότε Ῥωμαίοις ὄντος ἐν ἔθει δημηγορεῖν ἰδιώτην ἐν ἐκκλησίᾳ — 这是一个独立属格(Genitive Absolute)结构,分词 `ὄντος`(中性单数)的主语是不定式短语 `δημηγορεῖν ἰδιώτην`(普通公民在大会上发表政治演说)。
  3. 5.11.2προδοσίᾳ δὲ καὶ ὑποπτευομένῃ — 与格 `προδοσίᾳ`(叛国)与前句中的 `τοῖς μ篇 ἄλλοις ἀδικήμασι γενομένοις` 相对比,支配省略了的动词 `ὀργίζεσθαι [πεφύκασι]`(感到愤怒)。这里的 `καὶ` 是起强调作用的副词,意为“即使/甚至”;`ὑποπτευομένῃ` 是现在被动分词的与格阴性单数形式。
  4. 5.11.3Βροῦτον δὲ πείθων — 分词 `πείθων`(劝说)通过 `μέν...δέ` 与前句的 `Κολλατίνῳ μὲν παραινῶν` 构成并列关系,两者均为修饰主语(斯普里乌斯·鲁克丽提乌斯)的一致分词,并修饰主动词 `κοινὴν ἐποιήσατο δέησιν`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.11.1-5.11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.11.1-5.11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。