Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.10.1-5.10.7

布鲁图斯弹劾科拉提努斯的演说

第 339 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯召集民众大会并发表演说,揭露其同僚科拉提努斯暗中通敌、企图保护塔昆家族阴谋分子的行径,并提议剥夺其官职并将其驱逐出境。

§5.10.1ταῦτʼ εἰπὼν καὶ φυλακὴν τοῖς μειρακίοις ἐπιστήσας ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν.
他说完这些话,并派守卫看管那些青年后,便召集民众召开大会。
πληρωθείσης δὲ τῆς ἀγορᾶς ὄχλου· περιβόητον γὰρ ἀνὰ τὴν πόλιν ὅλην τὸ περὶ τοὺς παῖδας αὐτοῦ πάθος ἐγεγόνει· προελθών τε καὶ τοὺς ἐντιμοτάτους τῶν ἐν τῷ συνεδρίῳ §5.10.2παραστησάμενος ἔλεξε τοιάδε· ἐβουλόμην μὲν ἄν, ὦ πολῖται, Κολλατῖνον τουτονὶ τὸν συνάρχοντα περὶ πάντων μοι ταὐτὰ φρονεῖν καὶ μὴ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις μισεῖν τοὺς τυράννους καὶ πολεμεῖν·
当广场上挤满了人群——因为关于他孩子们的悲剧已传遍整个城邦——他走上前来,让元老院中最受尊敬的几位成员站在他的身旁,发表了如下演说:“公民们,我本希望我的这位同僚科拉提努斯在所有事情上都与我志同道合,不仅在言辞上,而且在行动上都憎恨僭主并与他们斗争。
ἐπεὶ δὲ τἀναντία φρονῶν γέγονέ μοι καταφανὴς καὶ ἔστιν οὐ μόνον τῇ φύσει Ταρκυνίων συγγενής, ἀλλὰ καὶ τῇ προαιρέσει, διαλλαγάς τε πράττων πρὸς αὐτοὺς καὶ ἀντὶ τῶν κοινῇ συμφερόντων τὸ ἑαυτοῦ σκοπῶν λυσιτελές, αὐτός τε κωλύειν αὐτὸν παρεσκεύασμαι πράττειν ἃ κατὰ νοῦν ἔχει πονηρὰ ὄντα, καὶ ὑμᾶς ἐπὶ τούτῳ παρεκάλεσα·
但由于他显露出相反的意图,并且不仅在出身上面是塔昆家族的亲属,而且在选择上也是如此,与他们谋求和解,不顾公共利益而谋求私利,我已准备好亲自阻止他实行他心中的险恶计划,并为此召集了你们。
φράσω δʼ ὑμῖν πρῶτον μὲν, ἐν οἷς ἐγένετο κινδύνοις τὰ πράγματα τῆς πόλεως, ἔπειτα πῶς αὐτοῖς ἑκάτερος ἡμῶν κέχρηται.
我将首先向你们说明城邦的事务曾处于何等危险之中,然后说明我们两人各自是如何对待这些危险的。
§5.10.3τῶν πολιτῶν τινες συνελθόντες εἰς τὴν Ἀκυλλίων οἰκίαν τῶν ἐκ τῆς Κολλατίνου γεγονότων ἀδελφῆς, ἐν οἷς ἦσαν οἵ τʼ ἐμοὶ παῖδες ἀμφότεροι καὶ οἱ τῆς γυναικὸς ἀδελφοὶ τῆς ἐμῆς καὶ ἄλλοι τινὲς ἅμα τούτοις οὐκ ἀφανεῖς, συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους καὶ συνώμοσαν ἀποκτείναντες ἐμὲ καταγαγεῖν Ταρκύνιον ἐπὶ τὴν ἀρχήν·
几位公民聚集在科拉提努斯姐妹所生的阿奎利乌斯兄弟的家中,其中既有我的两个儿子,也有我妻子的兄弟们,以及与他们在一起的其他几位并非无名之辈的人,他们彼此达成协议,密谋杀死我并迎回塔昆重掌政权。
ἐπιστολάς τε περὶ τούτων γράψαντες αὐτογράφους καὶ ταῖς ἑαυτῶν σφραγῖσι κατασημηνάμενοι πέμπειν πρὸς τοὺς φυγάδας ἔμελλον.
他们亲笔写下了关于这些事的信件,并用自己的印章封印,准备寄给流亡者。
§5.10.4ταῦθʼ ἡμῖν θεῶν τινος εὐνοίᾳ καταφανῆ γέγονεν ὑπὸ τοῦδε μηνυθέντα τοῦ ἀνδρός·
凭借某位神明的好意,这些事情由于这位人的告发而为我们所知。
ἔστι δʼ Ἀκυλλίων δοῦλος, παρʼ οἷς καταγόμενοι τῇ παρελθούσῃ νυκτὶ τὰς ἐπιστολὰς ἔγραψαν· καὶ τῶν γραμμάτων γεγόναμεν αὐτῶν ἐγκρατεῖς.
这人是阿奎利乌斯兄弟的奴隶,他们昨晚寄宿在他们家时写下了这些信件;而我们已经掌握了这些信件本身。
Τῖτον μὲν οὖν ἐγὼ καὶ Τιβέριον τοὺς ἐμοὺς παῖδας τετιμώρημαι· καὶ οὐδὲν καταλέλυται διὰ τὴν ἐμὴν ἐπιείκειαν οὔτε νόμος οὔθʼ ὅρκος·
因此,我已经惩罚了我的儿子提图斯和提比略;我的宽容没有废除任何法律或誓言。
Ἀκυλλίους δὲ Κολλατῖνος ἀφαιρεῖταί μου καί φησιν οὐκ ἐάσειν ὅμοια τοῖς ἐμοῖς παισὶ βουλεύσαντας τῶν ὁμοίων ἐκείνοις τυχεῖν.
但科拉提努斯却想从我这里夺走阿奎利乌斯兄弟,并说他不会允许那些与我儿子们合谋相同罪行的人遭遇同样的命运。
§5.10.5εἰ δʼ οὗτοι μηδεμίαν ὑφέξουσι δίκην, οὐδὲ τοὺς ἀδελφοὺς τῆς ἐμῆς γυναικὸς οὐδὲ τοὺς ἄλλους προδότας τῆς πατρίδος ἐξέσται μοι κολάσαι.
如果这些人不受到任何惩罚,我也将无法惩罚我妻子的兄弟们以及其他祖国的叛徒。
τί γὰρ δὴ δίκαιον πρὸς αὐτοὺς ἕξω λέγειν, ἂν τούτους ἀφῶ;
因为如果我放过这些人,我对他们还能说出什么正义的话呢?
τίνος οὖν ταῦτα μηνύματα τίθεσθε;
那么,你们认为这些迹象表明了什么?
πότερα τῆς πρὸς τὴν πόλιν εὐνοίας ἢ τῶν πρὸς τοὺς τυράννους διαλλαγῶν, καὶ πότερα τῆς ἐμπεδώσεως τῶν ὅρκων, οὓς ἀφʼ ἡμῶν ἀρξάμενοι πάντες ὠμόσατε, ἢ τῆς συγχύσεώς τε καὶ ἐπιορκίας;
是对城邦的善意,还是与僭主们的和解? 是维护我们大家率先发出的誓言,还是破坏誓言与伪誓?
§5.10.6καὶ εἰ μὲν ἔλαθεν ἡμᾶς, ταῖς ἀραῖς ἔνοχος ἦν ἂν καὶ θεοῖς ὑπέσχεν, οὓς ἐπιώρκει, δίκας· ἐπειδὴ δὲ καταφανὴς γέγονεν, ὑφʼ ἡμῶν αὐτὸν προσήκει κολασθῆναι, ὅς γʼ ὀλίγαις μὲν ἡμέραις πρότερον τὰ χρήματα τοῖς τυράννοις ὑμᾶς ἔπεισεν ἀποδοῦναι, ἵνα μὴ κατὰ τῶν ἐχθρῶν ἡ πόλις αὐτοῖς ἔχῃ χρῆσθαι πρὸς τὸν πόλεμον, ἀλλὰ κατὰ τῆς πόλεως οἱ ἐχθροί· νῦν δὲ τοὺς ἐπὶ καθόδῳ τῶν τυράννων συνομοσαμένους ἀφεῖσθαι τῆς τιμωρίας οἴεται δεῖν, ἐκείνοις αὐτοὺς δηλονότι χαριζόμενος, ἵνʼ, ἐὰν ἄρα κατέλθωσιν εἴτʼ ἐκ προδοσίας εἴτε πολέμῳ, ταύτας προφερόμενος τὰς χάριτας ἁπάντων ὡς φίλος ὅσων ἂν αἱρῆται παρʼ αὐτῶν τυγχάνῃ.
如果他是暗中进行的,他本会落入诅咒之中,向他所背弃的神明付出代价;但既然他的行径已经败露,他就理应由我们来惩罚,他就在几天前曾说服你们将财产归还给僭主,以便城邦无法利用这些财产对付敌人,反而让敌人利用它们来对付城邦;而现在他认为,那些为僭主归来而密谋的人应当免受惩罚,显然是在向他们讨好,以便一旦他们无论是通过背叛还是通过战争归来,他都可以凭借这些恩情,作为朋友从他们那里得到他想要的任何东西。
§5.10.7ἔπειτʼ ἐγὼ τῶν ἐμῶν οὐ φεισάμενος τέκνων σοῦ φείσομαι, Κολλατῖνε, ὃς τὸ μὲν σῶμα παρʼ ἡμῖν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τοῖς πολεμίοις, καὶ τοὺς μὲν προδότας τῆς πατρίδος σώζεις, ἐμὲ δὲ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον ἀποκτενεῖς;
既然我连自己的孩子都没有放过,难道我会放过你吗,科拉提努斯? 你的身体在我们这里,心却在敌人那里,你拯救祖国的叛徒,却要杀死为祖国奋斗的我?
πόθεν;
绝不可能!
πολλοῦ γε καὶ δεῖ·
差得远呢。
ἀλλʼ ἵνα μηδὲν ἔτι τοιοῦτον ἐξεργάσῃ, τὴν μὲν ἀρχὴν ἀφαιροῦμαί σε καὶ πόλιν ἑτέραν κελεύω μεταλαβεῖν·
为了让你不再做出这种事,我剥夺你的官职,并命令你迁往另一个城邦。
ὑμῖν δʼ, ὦ πολῖται, ψῆφον ἀναδώσω καλέσας αὐτίκα μάλα τοὺς λόχους, ἵνα διαγνῶσιν, εἰ χρὴ ταῦτʼ εἶναι κύρια·
而对于你们,公民们,我将立即召集百人队,让你们进行投票,以便判定这些决定是否有效。
εὖ δʼ ἴστε δυεῖν θάτερον ἢ Κολλατῖνον ἕξοντες ὕπατον ἢ Βροῦτον.
你们要清楚地知道,你们要么拥有科拉提努斯为执政官,要么拥有布鲁图斯,二者必居其一。 ”

词汇与语法注释

  1. 5.10.2ἐβουλόμην μὲν ἄν — 未完成过去时直陈语气加上虚词 ἄν,表示在现在或过去无法实现的愿望(虚拟语气/反事实假设),意为“我本希望……(但事实并非如此)”。
  2. 5.10.2κωλύειν αὐτὸν ... πράττειν — 主动词 παρεσκεύασμαι(我已准备好)后接不定式 κωλύειν(阻止),而 κωλύω 动词又采用“宾语(αὐτὸν)+不定式(πράττειν)”的句式,形成嵌套的不定式结构,意为“阻止他去实行……”。
  3. 5.10.6ὅς γʼ ... ἔπεισεν — 关系代词 ὅς 加上强调虚词 γε 构成的 ὅς γε,在此引导表示原因或理由的关系从句,用以解释主句中判断的依据,意为“因为他确实……”。
  4. 5.10.7δυεῖν θάτερον ... ἕξοντες ὕπατον — δυεῖν θάτερον(两者之一)作同格。将来时分词 ἕξοντες(你们将拥有)与 ἴστε 的主语一致,并带双宾格结构:以 Κολλατῖνον / Βροῦτον 为直接宾语,以 ὕπατον 为谓语宾格,译为“拥有科拉提努斯或布鲁图斯作为执政官”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.10.1-5.10.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.10.1-5.10.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。