§5.1.1ἡ μὲν δὴ βασιλικὴ Ῥωμαίων πολιτεία διαμείνασα μετὰ τὸν οἰκισμὸν τῆς Ῥώμης ἐτῶν τεττάρων καὶ τετταράκοντα καὶ διακοσίων ἀριθμόν, ἐπὶ δὲ τοῦ τελευταίου βασιλέως τυραννὶς γενομένη διὰ ταύτας τὰς προφάσεις καὶ ὑπὸ τούτων κατελύθη τῶν ἀνδρῶν, ὀλυμπιάδος μὲν ὀγδόης καὶ ἑξηκοστῆς ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης, Ἀθήνησι δὲ §5.1.2τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Ἰσαγόρου.
罗马人的王政在建城之后持续了二百四十四年之久,但在最后一位国王统治下沦为僭主政治,并因上述原因被这几位男子推翻。 这发生于第六十八届奥林匹亚期期间(在该届奥林匹亚运动会上,克罗托那的伊斯霍马科斯赢得了短跑冠军),而在雅典则是伊萨格拉斯担任年度执政官之时。
ἀριστοκρατίας δὲ γενομένης οἱ πρῶτοι τὴν βασιλικὴν ἀρχὴν παραλαβόντες ὕπατοι τεττάρων μηνῶν εἰς τὸν ἐνιαυτὸν ἐκεῖνον ἐπιλειπομένων Λεύκιος Ἰούνιος Βροῦτος καὶ Λεύκιος Ταρκύνιος Κολλατῖνος, οὓς καλοῦσι Ῥωμαῖοι κατὰ τὴν ἑαυτῶν διάλεκτον ὥσπερ ἔφην προβούλους, ἑτέρους παραλαβόντες πολλοὺς ἐλθόντων εἰς τὴν πόλιν τῶν ἀπὸ στρατοπέδου μετὰ τὰς σπονδὰς τὰς γενομένας αὐτοῖς πρὸς Ἀρδεάτας, ὀλίγαις ὕστερον ἡμέραις τῆς ἐκβολῆς τοῦ τυράννου συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλοὺς ὑπὲρ ὁμονοίας λόγους ποιησάμενοι ψήφισμά τε πάλιν ἐπεκύρωσαν ἕτερον, περὶ ὧν οἱ κατὰ πόλιν ὄντες πρότερον ἐπεψηφίσαντο φυγὴν Ταρκυνίοις ἐπιβαλόντες ἀίδιον·
贵族制建立后,首批接掌王权的执政官(在当年还剩四个月的时候)是路基乌斯·尤尼乌斯·布鲁图斯和路基乌斯·塔克文·科拉汀——正如我所说,罗马人用他们自己的语言称他们为“普罗布洛伊”。 在与阿尔德亚人达成休战协议后,军营中的人返回了城中,执政官们便召集了许多其他人。 在驱逐僭主几天后,他们召集民众举行大会,发表了许多倡导和睦的演讲,并再次批准了另一项决议,该决议确认了先前留在城中的人们所通过的、对塔克文家族施加永久放逐的判决。
§5.1.3καὶ μετὰ τοῦτο καθαρμοὺς τῆς πόλεως ποιησάμενοι καὶ ὅρκια τεμόντες αὐτοί τε πρῶτοι στάντες ἐπὶ τῶν τομίων ὤμοσαν καὶ τοὺς ἄλλους πολίτας ἔπεισαν ὀμόσαι, μὴ κατάξειν ἀπὸ τῆς φυγῆς βασιλέα Ταρκύνιον μήτε τοὺς παῖδας αὐτοῦ μήτε τοὺς ἐξ ἐκείνων γενησομένους, βασιλέα τε τῆς Ῥωμαίων πόλεως μηκέτι καταστήσειν μηθένα μηδὲ τοῖς καθιστάναι βουλομένοις ἐπιτρέψειν.
此后,他们为城市举行了净化仪式,并宰杀牺牲缔结誓约。 他们自己首先站在牺牲前宣誓,并劝导其他公民也宣誓:绝不从流放中召回塔克文国王、他的子嗣以及他们的后代,绝不再立任何人做罗马城的国王,也绝不容许那些企图立王的人。
ταῦτα μὲν περὶ ἑαυτῶν τε καὶ τῶν τέκνων καὶ τοῦ μεθʼ ἑαυτοὺς γένους ὤμοσαν.
他们为自己、子孙以及后代立下了这样的誓言。
§5.1.4ἐπειδὴ δὲ πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιοι γεγονέναι τοῖς κοινοῖς πράγμασιν ἔδοξαν οἱ βασιλεῖς, φυλάττειν τοὔνομα τῆς ἀρχῆς, ὅσον ἂν ἡ πόλις διαμένῃ χρόνον, βουλόμενοι τοὺς ἱεροφάντας τε καὶ οἰωνομάντεις ἐκέλευσαν ἀποδεῖξαι τὸν ἐπιτηδειότατον τῶν πρεσβυτέρων, ὃς οὐδενὸς ἤμελλεν ἕξειν ἑτέρου πλὴν τῶν περὶ τὰ θεῖα σεβασμῶν τὴν προστασίαν, ἁπάσης λειτουργίας πολεμικῆς καὶ πολιτικῆς ἀφειμένος, ἱερῶν καλούμενος βασιλεύς.
然而,由于国王们被认为曾给国家公共事务带来过许多巨大的福祉,他们希望在城市存续期间保留这一职位的名称,便命令大祭司和鸟占官们在长老中选出一位最合适的人,除了掌管与神明相关的敬拜事务外,他不得拥有任何其他权力,且免除一切军事和政治公职,被称为“祭司王”。
καὶ καθίσταται πρῶτος ἱερῶν βασιλεὺς Μάνιος Παπίριος ἐκ τῶν πατρικίων ἀνὴρ ἡσυχίας φίλος.
出身于贵族的马尼乌斯·巴比里乌斯——一位热爱安宁的男子——被任命为第一任祭司王。