§4.9.1πολλή με ἀνάγκη κατείληφεν, ἄνδρες πολῖται, κήδεσθαι τῶν παιδίων τούτων καὶ νηπίων.
市民の皆さん、私には、これらの幼い子供たちの世話をする強い義務が課せられています。
Ταρκύνιος γὰρ ὁ πάππος αὐτῶν ἀπάτορα καὶ ἄπολιν ὄντα με παραλαβὼν ἐξέθρεψεν οὐδὲν ἐνδεέστερον ἄγων τῶν αὑτοῦ τέκνων καὶ τὴν ἑτέραν τῶν θυγατέρων ἔδωκέ μοι γυναῖκα, καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον ὥσπερ ἐξ αὑτοῦ γεγονότα τιμῶν καὶ φιλῶν, ὡς καὶ ὑμεῖς ἴστε, διετέλεσε, καὶ ἐπειδὴ τὰ περὶ τὴν ἐπιβουλὴν αὐτῷ συνέπεσεν, εἴ τι πάθοι τῶν ἀνθρωπίνων, §4.9.2ἐμοὶ τὴν ἐπιμέλειαν τῶν παιδίων ἐπίστευσε.
彼らの祖父タルクィニウスは、父もなく市も持たない私を迎え入れて、ご自身のお子たちに少しも劣らぬよう育ててくださり、お二人の娘のうちの一人を妻として私に与え、生涯にわたってご自身の血を引く者であるかのように私を尊び、愛し続けてくださいました。 それは皆さんもご存知の通りです。 そして、彼に陰謀が降りかかったとき、「もし人間に起こり得る何事かが自分に訪れたなら」と、私に子供たちの後見を託されたのです。
τίς οὖν ἢ πρὸς θεοὺς ὅσιον ἢ πρὸς ἀνθρώπους δίκαιον ὑπολήψεταί με, ἐὰν ἐγκαταλίπω καὶ προδῶ τοὺς ὀρφανούς, οἷς τοσαύτας ὀφείλω χάριτας;
それゆえ、もし私が孤児たちを見捨てて裏切るならば、これほど多くの恩義を負っているというのに、神々に対して敬虔であり、人間に対して正義に適っていると誰が私を思うでしょうか。
ἀλλʼ οὔτε τὴν ἐμαυτοῦ προδώσω πίστιν οὐδὲ τὴν τῶν παιδίων ἐρημίαν ἐγκαταλείψω κατὰ δύναμιν τὴν ἐμήν.
しかし、私は自らの信義を裏切ることも、子供たちの孤独な境遇を、私の力の及ぶ限り見捨てることもしません。
δίκαιοι δʼ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι τὰς εὐεργεσίας, ἃς ὁ πάππος αὐτῶν τὸ κοινὸν εὐηργέτησεν ὑποτάξας μὲν ὑμῖν τὰς Λατίνων τοσαύτας πόλεις ἀντιποιουμένας τῆς ἀρχῆς, ὑπηκόους δὲ ποιήσας Τυρρηνοὺς ἅπαντας μέγιστον τῶν περιοίκων δυναμένους, ἀναγκάσας δὲ τὸ Σαβίνων ἔθνος ὑποχείριον ὑμῖν γενέσθαι, μετὰ πολλῶν ἅκαντα ταῦτα καὶ μεγάλων κινδύνων κατεργασάμενος.
また皆さんも、彼らの祖父が公共のために施した善行をしっかりと記憶にとどめるのが正当です。 彼は、支配権を競い合っていたラティウムのこれほど多くの都市を皆さんに従属させ、近隣の中で最も力を持っていたエトルリア人をすべて従属者とし、サビニ人の民族を皆さんの支配下に置くことを余儀なくさせました。 これらすべてを、多くの大きな危険を乗り越えて成し遂げられたのです。
§4.9.3ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑμᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων.
それゆえ、彼が生存していた間は、皆さんがその善行に対して彼に感謝の念を抱くのが当然でしたが、彼がその生涯を終えた今となっては、その孫たちに報いを支払い、恩人の亡骸とともにその功績の記憶までも埋めてしまわないようにするのが当然です。
δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν ὁ πάππος κατέλιπεν ἀρχήν.
ですから、皆さん全員が共同でこれらの子供たちの後見人として残されたと考え、彼らの祖父が遺した支配権を彼らに確実なものとしてください。
οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας.
私という一人の保護から彼らが受け取る利益は、皆さん全員の共同の支援から得られるものに比べれば、何ほどのものでもないからです。
§4.9.4ταῦτα δʼ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπʼ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους.
私がこれらを引き受けて語ることを強いられているのは、彼らに対して徒党を組む者たちがおり、支配権を他の者たちに渡そうと望んでいることに気づいたからです。
ἀξιῶ δʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτʼ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις.
ローマの皆さん、私は皆さんにお願いします。 私が覇権のために戦った、決して小さくも少なくもない戦い(それは皆さんご承知のことですから、語る必要はありませんが)を記憶にとどめ、私に支払われるべきこれらに対する感謝を、これらの子供たちに返していただくことを。
οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι.
私は、自分自身のために独自の支配権を築こうとしているのではありません。 もし望めば誰にも劣らずそれを得るに値したでしょうが、タルクィニウスの家系を助けることによって、国事を執り行うことを選んだのです。
§4.9.5ἱκέτης δʼ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν νῦν μὲν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας, εἰ δʼ ἡ πρώτη πεῖρα τοῖς ἐχθροῖς αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆς πόλεως ἐξελαθησομένους.
私は皆さんの嘆願者となり、孤児たちを見捨てないようにお願いします。 彼らは今や支配権をめぐって危険にさらされており、もし彼らの敵たちの最初の試みが思い通りに進めば、市から追放されることにもなるでしょう。
ἀλλʼ ὑπὲρ μὲν τούτων ὡς ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν·
しかし、これらについては、皆さんがなすべきことを理解しており、ふさわしいことをすべて行ってくださるものとして、これ以上語る必要はありません。
ἃ δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶς αὐτὸς ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου.
私が皆さん自身のために行う用意がある善きこと、またそのために私が民会を召集したその理由について、お聞きください。
§4.9.6ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τʼ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦ §4.9.7χρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα.
すでに負債を負っており、貧困のために返済できないでいる皆さんについて、私は彼らを援助することを熱望しています。 なぜなら、彼らは市民であり、祖国のために多くの労苦に耐えてきたのであり、共通の自由を確実にした者たちが、自らの自由を奪われることがあってはならないからです。 私は私の個人的な財産から負債を解消するための資金を与えます。
ὅσοι δʼ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν.
また、今後借入を行う者たちについては、負債のために身柄を拘束されることを許さず、いかなる者も自由な身体を担保にして貸し付けてはならないという法律を制定します。 貸し手にとっては、債務者の財産を差し押さえることで十分であると私は考えるからです。
ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, διʼ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν τε καὶ συμφέρον τῷ κοινῷ τοῦθʼ ἡγούμενος τοὺς μὲν πολλὰ κεκτημένους πολλὰ εἰσφέρειν, τοὺς δʼ ὀλίγα ἔχοντας ὀλίγα.
また、貧しい人々が負担を感じて借金をせざるを得なくなっている、公庫への徴税について、今後はより軽くなるよう、皆さんの財産をすべて査定させ、その査定額に応じて各自が割り当てられた額を納めるよう命じます。 これは、最も偉大で最もよく統治されている諸都市で行われていると私が聞き及んでいることであり、多くの財産を持つ者は多くを納め、わずかしか持たない者はわずかしか納めるのが、共同体にとって正当かつ有益であると考えるからです。
§4.9.8δοκεῖ δέ μοι καὶ τῆς δημοσίας γῆς, ἣν διὰ τῶν ὅπλων κτησάμενοι κατέχετε, μὴ τοὺς ἀναιδεστάτους ὥσπερ νῦν κρατεῖν οὔτε χάριτι λαβόντας οὔτʼ ὠνῇ κτησαμένους, ἀλλὰ τοὺς μηδένα κλῆρον ἔχοντας ὑμῶν, ἵνα μὴ θητεύητε ὄντες ἐλεύθεροι μηδὲ τὰς ἀλλοτρίας κτήσεις, ἀλλὰ τὰς ἰδίας γεωργῆτε·
また、武力によって獲得して保有している公有地について、現在のように、最も恥知らずな者たちが好意によって得ることも購入によって所有することもなく支配するのではなく、皆さんの中で一画の土地も持たない者たちがそれを支配すべきであると私には思われます。 それは、皆さんが自由な身でありながら、他人の所有地ではなく、自らの土地を耕作して日雇い仕事に従事しなくて済むようにするためです。
οὐ γὰρ ἂν γένοιτο φρόνημα εὐγενὲς ἐν ἀνδράσιν ἀπορουμένοις τῶν καθʼ ἡμέραν ἀναγκαίων.
日々の必需品に困窮している人々のうちに、気高い気概が生まれることはないからです。
§4.9.9ὑπὲρ ἅπαντα δὲ ταῦτʼ ἔγνων καὶ ἴσην καὶ κοινὴν ποιεῖν τὴν πολιτείαν καὶ τὰ δίκαια πᾶσι πρὸς ἅπαντας ὅμοια.
そしてこれらすべての上に、私は国政を平等かつ共同のものとし、すべての人に対する権利をすべての人にとって同様なものとすることを決意しました。
εἰς τοῦτο γὰρ ἥκουσί τινες αὐθαδείας, ὥσθʼ ὑβρίζειν εἰς τὸ δημοτικὸν ἀξιοῦσι καὶ μηδʼ ἐλευθέρους ἡγεῖσθαι τοὺς πένητας ὑμῶν.
ある者たちは、民衆に対して侮辱を加えることを当然とし、皆さんのうちの貧しい人々を自由人とさえみなさないほどの、傲慢な極みに達しているからです。
ἵνα δὲ καὶ λαμβάνωσι τὰ δίκαια καὶ ὑπέχωσιν οἱ μείζους τοῖς ἐλάττοσιν ἐξ ἴσου, νόμους θήσομαι κωλυτὰς μὲν τῆς βίας, φύλακας δὲ τῆς δικαιοσύνης καὶ αὐτὸς οὐδένα χρόνον ἀνήσω τῆς ἁπάντων προνοούμενος ἰσηγορίας.
強者が弱者に対して平等に、正当な権利を受け取り、またそれに従うようにするために、私は暴力を阻止し、正義を擁護する法律を制定し、私自身もすべての人の平等な発言権に配慮することを決してやめないでしょう。