§4.10.1τοιαῦτα λέγοντος αὐτοῦ πολὺς ἔπαινος ἐκ τῆς ἐκκλησίας ἐγένετο τῶν μέν, ὅτι πιστὸς ἦν καὶ δίκαιος περὶ τοὺς εὐεργέτας, ἐπαινούντων, τῶν δʼ, ὅτι φιλάνθρωπος καὶ μεγαλόψυχος εἰς τοὺς ἀπόρους, τῶν δʼ, ὡς μέτριος καὶ δημοτικὸς πρὸς τοὺς ταπεινοτέρους, ἁπάντων δʼ, ὅτι νόμιμος καὶ δίκαιος ἄρχων, ἀγαπώντων §4.10.2τε καὶ τεθαυμακότων.
彼がこのように語ると、民会からは多くの称賛が沸き起こった。 ある者たちは彼が恩人に対して誠実で義にかなっていることを称え、またある者たちは困窮している人々に対して慈悲深く寛大であることを称え、さらにある者たちは身分の低い人々に対して控えめで平民的であることを称え、全員が、彼が合法かつ公正な支配者であるとして、彼を慕いまた驚嘆したのである。
διαλυθείσης δὲ τῆς ἐκκλησίας ταῖς ἑξῆς ἡμέραις ἀπογράφεσθαι κελεύσας τοὺς ὑποχρέους, ὅσοι τὴν πίστιν ἀδύνατοι ἦσαν φυλάττειν, τίσιν ὀφείλουσι καὶ πόσον ἕκαστος, ἐπειδὴ τὰς ἀπογραφὰς ἔλαβε, τραπέζας θεὶς ἐν ἀγορᾷ πάντων ὁρώντων ἀπηρίθμει τοῖς δανεισταῖς τὰ χρέα.
民会が解散されると、彼は翌日以降、負債を抱え信用を守ることができずにいる者たちに対して、誰にどれだけの額を借りているかを各自届け出るよう命じた。 そしてその届出を受け取ると、すべての人が見ている前で市場に両替台を置き、債権者たちにその負債を数え上げた。
§4.10.3ταῦτα διαπραξάμενος ἐξέθηκεν ἐν φανερῷ διάταγμα βασιλικόν, ἐκχωρεῖν τῆς δημοσίας γῆς τοὺς καρπουμένους τε καὶ ἰδίᾳ κατέχοντας αὐτὴν ἐν ὡρισμένῳ τινὶ χρόνῳ, καὶ τοὺς οὐδένα κλῆρον ἔχοντας τῶν πολιτῶν πρὸς ἑαυτὸν ἀπογράφεσθαι·
これらを成し遂げると、彼は、公有地を収穫し私的に占有している者たちは定められた期間内にそこから退去すること、また一画の土地も持たない市民たちは自分のところに届け出ることを命じる王の布告を、公に掲示した。
νόμους τε συνέγραφεν οὓς μὲν ἐκ τῶν ἀρχαίων καὶ παρημελημένων ἀνανεούμενος, οὓς Ῥωμύλος τʼ εἰσηγήσατο καὶ Νόμας Πομπίλιος, οὓς δʼ §4.10.4αὐτὸς καθιστάμενος.
そして、ロムルスやヌマ・ポンピリウスが導入した古い法で無視されていたものを更新しつつ、あるものは自ら制定して、法律を書き連ねた。
ταῦτα δʼ αὐτοῦ πολιτευομένου χαλεπῶς ἔφερον οἱ πατρίκιοι καταλυομένην τὴν δυναστείαν τῆς βουλῆς ὁρῶντες καὶ λογισμοὺς οὐκέτι τοὺς αὐτούς, ἀλλʼ ἐναντίους τοῖς προτέροις ἐλάμβανον.
彼がこのように国政を行うと、パトリキたちは元老院の支配権が解体されていくのを見て苦々しく思い、もはや以前とは異なる、それとは正反対の思惑を抱くようになった。
§4.10.5ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν·
というのも、当初、彼らは間王たちを任命し、彼らを通じて合法的に支配権を握る者を選出することで、彼の非合法な支配権を奪い取ろうと躍起になっていた。
τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν.
しかし今や、彼らは現在の状況に甘んじ、余計な動きをすべきではないと考えた。
εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών·
なぜなら彼らには次のような思惑が浮かんだからである。 すなわち、元老院が自ら選んだ者を国政に導こうとすれば、民衆は投票権を取り戻してこれに反対するだろう。
ἐὰν δʼ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν.
他方、もし王の選出を民衆の決定に委ねてしまえば、すべてのクリアがテュッリウスに投票し、彼が合法的に統治しているという外観がその男に残ることになる。
ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν.
したがって、彼らにとっては、この男が説得によって公然と支配権を得て保持するよりは、支配権を盗み取り、市民を欺いている状態である方が都合がよいと思われたのである。
§4.10.6ἀλλʼ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων·
しかし、彼らの計画は何一つ功を奏さなかった。
οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων.
テュッリウスは彼らの裏をかき、彼らの意に反して王位を維持した。
κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης.
すなわち、彼は前もって、パトリキたちが自分に陰謀を企てているという噂を市中に流させ、薄汚れた衣服を身にまとい、うなだれた様子で市場に現れた。 彼の傍らには母オクリシア、タルクィニウスの妻タナクィル、そして王家の一族全員が同行していた。
ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.
その奇妙な光景に多くの群衆が駆け集まると、彼は民会を召集して演壇へと進み、次のような演説を行った。