Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.9.1-4.9.9

图利乌斯向民众演说与改革承诺

第 253 段,共 962 段 · 希腊语

内容简介

图利乌斯向民众发表演说,阐述了由于前王塔尔昆乌斯的恩德,自己有责任保护其孙辈的合法性;同时他向民众承诺免除债务、禁止人身担保借贷、按财产比例课税、公平分配公有地以及实现政治平等,以此争取支持。

§4.9.1πολλή με ἀνάγκη κατείληφεν, ἄνδρες πολῖται, κήδεσθαι τῶν παιδίων τούτων καὶ νηπίων.
公民们,我承担着照料这些幼小孩子的极大责任。
Ταρκύνιος γὰρ ὁ πάππος αὐτῶν ἀπάτορα καὶ ἄπολιν ὄντα με παραλαβὼν ἐξέθρεψεν οὐδὲν ἐνδεέστερον ἄγων τῶν αὑτοῦ τέκνων καὶ τὴν ἑτέραν τῶν θυγατέρων ἔδωκέ μοι γυναῖκα, καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον ὥσπερ ἐξ αὑτοῦ γεγονότα τιμῶν καὶ φιλῶν, ὡς καὶ ὑμεῖς ἴστε, διετέλεσε, καὶ ἐπειδὴ τὰ περὶ τὴν ἐπιβουλὴν αὐτῷ συνέπεσεν, εἴ τι πάθοι τῶν ἀνθρωπίνων,
因为他们的祖父塔尔昆乌斯在我无父无邦时收留了我,抚养我成长,待我毫不逊于他自己的孩子,并将他的一个女儿嫁给我为妻;正如你们也知道的那样,在他的一生中,他始终像对待自己的亲生骨肉一样尊重和爱护我。
§4.9.2ἐμοὶ τὴν ἐπιμέλειαν τῶν παιδίων ἐπίστευσε.
当针对他的阴谋发生时,为了防止他遭遇任何人类可能面临的命运,他将照料孩子们的责任托付给了我。
τίς οὖν ἢ πρὸς θεοὺς ὅσιον ἢ πρὸς ἀνθρώπους δίκαιον ὑπολήψεταί με, ἐὰν ἐγκαταλίπω καὶ προδῶ τοὺς ὀρφανούς, οἷς τοσαύτας ὀφείλω χάριτας;
那么,如果我抛弃并背叛这些孤儿,而我欠他们如此多的恩情,在神明面前谁会认为我是虔敬的,在世人面前谁又会认为我是公正的呢?
ἀλλʼ οὔτε τὴν ἐμαυτοῦ προδώσω πίστιν οὐδὲ τὴν τῶν παιδίων ἐρημίαν ἐγκαταλείψω κατὰ δύναμιν τὴν ἐμήν.
但我既不会背叛我自己的信义,也会尽我最大的努力,不让孩子们处于孤立无助的境地。
δίκαιοι δʼ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι τὰς εὐεργεσίας, ἃς ὁ πάππος αὐτῶν τὸ κοινὸν εὐηργέτησεν ὑποτάξας μὲν ὑμῖν τὰς Λατίνων τοσαύτας πόλεις ἀντιποιουμένας τῆς ἀρχῆς, ὑπηκόους δὲ ποιήσας Τυρρηνοὺς ἅπαντας μέγιστον τῶν περιοίκων δυναμένους, ἀναγκάσας δὲ τὸ Σαβίνων ἔθνος ὑποχείριον ὑμῖν γενέσθαι, μετὰ πολλῶν ἅκαντα ταῦτα καὶ μεγάλων κινδύνων κατεργασάμενος.
你们也应当牢记他们祖父为国家所立下的恩德,他为你们征服了如此多争夺统治权的拉丁人城市,使我们所有的邻国中最强大的埃特鲁里亚人全部臣服,并强迫萨宾民族屈服于你们,这一切都是他在历经许多巨大危险后所取得的成就。
§4.9.3ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑμᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων.
因此,在他自己活着的时候,你们理应对他的恩德表示感激;但在他去世之后,你们理应向他的子孙偿还这些回报,而不应将恩人们的丰功伟绩与他们的遗体一同掩埋。
δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν ὁ πάππος κατέλιπεν ἀρχήν.
所以,请你们全体共同承担起作为这些孩子监护人的责任,并为他们巩固其祖父留下的统治权。
οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας.
因为他们仅靠我一个人的保护所能获得的利益,远不及得到你们大家共同协助所能获得的利益。
§4.9.4ταῦτα δʼ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπʼ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους.
我之所以被迫说出这些话,是因为我察觉到有人正勾结起来对付他们,并希望将统治权拱手让给他人。
ἀξιῶ δʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτʼ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις.
罗马人,我请求你们,记住我也曾为了我们的霸权而进行过的战斗——这些战斗既不小也不少,而你们本已知道,我无需再多言——请将因这些功绩而欠我的恩情偿还在这些孩子身上。
οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι.
因为我选择处理公共事务,并不是为了给自己建立个人的统治——如果我想获得统治权,我绝不比任何人更没有资格——而是为了帮助塔尔昆乌斯的家族。
§4.9.5ἱκέτης δʼ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν νῦν μὲν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας, εἰ δʼ ἡ πρώτη πεῖρα τοῖς ἐχθροῖς αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆς πόλεως ἐξελαθησομένους.
我成了你们的请愿者,请求你们不要抛弃这些孤儿,他们现在正因统治权而处于危险之中,而且如果他们敌人的第一次尝试如愿以偿,他们甚至会被驱逐出城。
ἀλλʼ ὑπὲρ μὲν τούτων ὡς ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν· ἃ δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶς αὐτὸς ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου.
但关于这些事情,既然我知道你们明白什么是必要的,并且会尽一切本分,我无需再多说;请听我说一说我准备为你们自己做的好事,以及我为此召集公民大会的原因。
§4.9.6ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τʼ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦ
你们当中凡是已经负债、且因贫困而无力偿还的人,我急于帮助他们,因为他们是公民,且为祖国承受了许多辛劳;为了不让那些捍卫了共同自由的人被剥夺了自身的个人自由,我将从我个人的财产中拨出资金来偿还这些债务。
§4.9.7χρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα. ὅσοι δʼ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν.
对于此后借债的人,我绝不允许他们因债务而被带走,并且我将制定法律,规定任何人不得以自由之身作为担保进行借贷,因为我认为债权人占有债务人的财产已足矣。
ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, διʼ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν τε καὶ συμφέρον τῷ κοινῷ τοῦθʼ ἡγούμενος τοὺς μὲν πολλὰ κεκτημένους πολλὰ εἰσφέρειν, τοὺς δʼ ὀλίγα ἔχοντας ὀλίγα.
为了让你们今后能更轻松地承担向国库缴纳的税款——正是因为这些税款,穷人才负担沉重并被迫借债——我将命令所有人评估自己的财产,并根据评估结果让每个人缴纳其应付的份额,正如我了解到在最伟大和治理得最好的城市中所做的那样。 我认为这对于国家而言是公正且有利的:拥有多者多纳,拥有少者少纳。
§4.9.8δοκεῖ δέ μοι καὶ τῆς δημοσίας γῆς, ἣν διὰ τῶν ὅπλων κτησάμενοι κατέχετε, μὴ τοὺς ἀναιδεστάτους ὥσπερ νῦν κρατεῖν οὔτε χάριτι λαβόντας οὔτʼ ὠνῇ κτησαμένους, ἀλλὰ τοὺς μηδένα κλῆρον ἔχοντας ὑμῶν, ἵνα μὴ θητεύητε ὄντες ἐλεύθεροι μηδὲ τὰς ἀλλοτρίας κτήσεις, ἀλλὰ τὰς ἰδίας γεωργῆτε·
在我们通过武力获取并占有的公有地中,我也有意规定,不应像现在这样让最无耻的人在既未获得恩惠也未通过购买占有的情况下对其进行控制,而应由你们当中没有任何分配土地的人来支配。
οὐ γὰρ ἂν γένοιτο φρόνημα εὐγενὲς ἐν ἀνδράσιν ἀπορουμένοις τῶν καθʼ ἡμέραν ἀναγκαίων.
这样,你们虽然身为自由人,就不必沦为日薪雇工,也不必耕种他人的土地,而是可以耕种自己的土地;因为在每天都在为生活必需品发愁的人中间,是无法产生高尚精神的。
§4.9.9ὑπὲρ ἅπαντα δὲ ταῦτʼ ἔγνων καὶ ἴσην καὶ κοινὴν ποιεῖν τὴν πολιτείαν καὶ τὰ δίκαια πᾶσι πρὸς ἅπαντας ὅμοια.
在这一切之上,我决定让国家政权变得平等且共同,并使所有人对所有人的权利保持一致。
εἰς τοῦτο γὰρ ἥκουσί τινες αὐθαδείας, ὥσθʼ ὑβρίζειν εἰς τὸ δημοτικὸν ἀξιοῦσι καὶ μηδʼ ἐλευθέρους ἡγεῖσθαι τοὺς πένητας ὑμῶν.
因为某些人的傲慢已经达到了如此地步,以至于他们认为侮辱平民是理所当然的,甚至不把你们当中的穷人当自由人看待。
ἵνα δὲ καὶ λαμβάνωσι τὰ δίκαια καὶ ὑπέχωσιν οἱ μείζους τοῖς ἐλάττοσιν ἐξ ἴσου, νόμους θήσομαι κωλυτὰς μὲν τῆς βίας, φύλακας δὲ τῆς δικαιοσύνης καὶ αὐτὸς οὐδένα χρόνον ἀνήσω τῆς ἁπάντων προνοούμενος ἰσηγορίας.
但为了让强者和弱者都能平等地接受并遵守正义,我将制定旨在阻止暴力和维护正义的法律,而我自己也绝不会停止随时为所有人争取平等的发言权而做出努力。

词汇与语法注释

  1. 4.9.1εἴ τι πάθοι τῶν ἀνθρωπίνων — “如果遭遇人类的任何命运”是古代用来指代“死亡”的典型委婉表达。条件从句中的祈愿语气 `πάθοι` 是在主语历史过去时(`ἐπίστευσε`)之后使用的斜格祈愿语气,反映了塔尔昆乌斯生前的设想或间接引语中的假设。
  2. 4.9.2δίκαιοι δʼ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι — 这是一个用人称形容词 `δίκαιοι` 与主语 `ὑμεῖς` 一致的人称结构(字面意思是“你们记住是公正的”),其含义等同于无人称结构 `δίκαιόν ἐστι ὑμᾶς...`(即“你们去记住是公正的”)。
  3. 4.9.4ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν — 关系代名词 `ἧς`(阴性属格)受到了形容词 `ἄξιος` 所需格的变化影响(即格的吸引),尽管它在自身从句中作为 `τυγχάνειν` 的宾语(该动词接属格)。分词 `βουληθεὶς` 具有条件含义(“如果我愿意的话”),而不带 `ἄν` 的直陈式过去时 `ἦν` 强有力地表达了过去未实现的潜在性(“我本有资格获得”)。
  4. 4.9.6ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες — 动词 `ἀφαιρέω` 在主动语态中接双宾格(剥夺某人的某物)。在被动语态(`ἀφαιρεθῶσιν`)中,被剥夺的人(`οἱ... βεβαιώσαντες`)成为主格主语,而被剥夺的物(`τὴν ἰδίαν ἐλευθερίαν`)则保留为宾格(保留宾格)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.9.1-4.9.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.9.1-4.9.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。