§4.76.1ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν·
ジュニウス・ブルトゥスがこの意見を表明すると、全員が賛同し、直ちに支配権を引き継ぐことになる男たちについて協議した結果、間王として、自ら命を絶った女性の父であるスポリウス・ルクレティウスを任命することに決めた。
ὑπʼ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον.
そして、彼によって、王たちの権力を持つことになる者として、ルキウス・ユニウス・ブルトゥスとルキウス・タルクィニウス・コッラティヌスが指名されることに決定した。
§4.76.2τοὺς δʼ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας·
そして彼らは、これらの執政官たちが自らの言語でコンスルと呼ばれるように定めた。
τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους ἢ προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν·
この名称はギリシア語に翻訳されると「顧問」あるいは「予備審議官」を意味し得る。 なぜなら、ローマ人は相談のことをコンシリアと呼ぶからである。
ὕπατοι δʼ ὑφʼ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τʼ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι.
しかし、時が経つにつれて、彼らはその権力の大きさからギリシア人によって「ヒュパトイ」と名付けられた。 彼らがすべてを支配し、最も高い地位を占めているからである。
τὸ γὰρ ὑπερέχον καὶ §4.76.3ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί.
というのも、他より優れたものや頂点にあるものを、古代の人々は「ヒュパトン」と呼んでいたからである。
ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν.
彼らはこれらのことを協議し、確立すると、神聖で正しい行いを切望している自分たちを助けてくれるよう、祈りをもって神々に哀願し、広場へと出て行った。
ἠκολούθουν δʼ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν·
そして、従者たちが彼らに従ったが、彼らは、黒い布で覆われた寝台の上に、死化粧もされず血にまみれた遺体を載せて運んでいた。
ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν.
その遺体を、評議所の前に高く目立つように置くよう命じてから、彼らは民衆を民会に招集した。
§4.76.4ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατʼ ἀγορὰν τότʼ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην· διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες· ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.
当時広場にいた人々だけでなく、都市全体から群衆が集まると(というのも、伝令官たちが路地を巡り、民衆を広場へと呼び集めていたからである)、ブルトゥスは、民会を招集する者たちが演説を行うのが習慣であった場所に登り、貴族たちを傍らに立たせて、次のように語った。