Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.76.1-4.76.4

决定间王与执政官并召集公民大会

第 320 段,共 962 段 · 希腊语

内容简介

众人赞同布鲁图斯的提议,决定任命鲁克莱提乌斯为间王,并提名布鲁图斯与科拉汀为首任执政官(consul);随后他们将路克莱提亚的遗体抬至广场,召集公民大会。

§4.76.1ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν· ὑπʼ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον.
当尤尼乌斯·布鲁图斯发表了这一意见后,众人皆表赞同,并立即就将要接掌统治权的人选进行商议,决定任命自尽女子的父亲斯普里乌斯·鲁克莱提乌斯为间王;并决定由他提名路奇乌斯·尤尼乌斯·布鲁图斯和路奇乌斯·塔克文·科拉汀来拥有国王的权力。
§4.76.2τοὺς δʼ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας·
他们规定这些执政者在他们自己的语言中被称为“执政官”。
τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους ἢ προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν·
这个名字翻译成希腊语可以表示“顾问”或“预备审议官”,因为罗马人将咨询称为“consilia”。
ὕπατοι δʼ ὑφʼ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τʼ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι.
但随着时间的推移,由于其权力的庞大,他们被希腊人命名为“最高官(hypatoi)”,因为他们统治一切并占据最高地位。
τὸ γὰρ ὑπερέχον καὶ §4.76.3ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί.
因为古人将那卓越和顶尖的事物称为“hypaton”。
ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν.
他们在商议并确立了这些事情之后,便向神明祈祷哀求,求神辅助渴望行神圣正义之事的自己,随后走向广场。
ἠκολούθουν δʼ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν· ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν.
随从们跟在他们后面,用一张铺着黑衣的榻,抬着那具未作整理、血迹斑斑的尸体;他们下令将尸体停放在议事堂前显眼的高处,随后召集人民举行公民大会。
§4.76.4ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατʼ ἀγορὰν τότʼ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην· διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες· ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.
不仅当时在广场上的人聚集起来,全城的人也聚集了过来——因为传令官们走街串巷,召唤人民前往广场——布鲁图斯登上那处通常由召集大会者发表政见的地方,让贵族们站在自己身旁,发表了如下演说。

词汇与语法注释

  1. §4.76.1ὀνομασθῆναι — 由主句动词 `ἔκριναν`(他们决定)所支配的带对格的不定式结构的一部分。前半部分中不定式 `ἀποδειχθῆναι`(被任命)以 `Σπόριον Λουκρήτιον`(对格)为主语,后半部分中被动不定式 `ὀνομασθῆναι`(被提名)则以 `Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον`(对格)为主语。
  2. §4.76.2τοὺς δʼ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι... κωνσούλας — 动词 `ἔταξαν`(他们规定)支配一个带对格的不定式结构,其中 `τοὺς ἄρχοντας τούτους`(这些执政者)是动词被动不定式 `καλεῖσθαι`(被称为)的对格主语,而 `κωνσούλας`(执政官)则是其对格宾语补足语。
  3. §4.76.3συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις — 不定式 `συλλαβέσθαι`(辅助)表示哀求(`λιτανεύσαντες`)的目的。由于中动语态的 `συλλαμβάνω` 支配与格表示“帮助”,因此它要求与格 `σφίσιν`(他们自己)。分词 `ἐφιεμένοις`(渴望)与 `σφίσιν` 一致,并自身支配属格 `ὁσίων καὶ δικαίων ἔργων`。
  4. §4.76.4ὄχλου δὲ συναχθέντος — 属格绝对结构。与主句主语(`Βροῦτος`)独立的名词短语与分词 `συναχθέντος` 一起以属格形式出现,用以交代时间背景。随后的 `τοῦ κατʼ ἀγορὰν... τοῦ κατὰ τὴν πόλιν` 作定语修饰该属格绝对的主语 `ὄχλου`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.76.1-4.76.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.76.1-4.76.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。