Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.73.1-4.73.4

二人の執政官による共同統治の提案

317 / 962 箇所 · ギリシア語

要旨

ブルートゥスは新たな国制を直ちに樹立するのではなく、これまでの伝統的な制度を維持しつつ、君主政に伴う弊端を是正することを提案する。彼は、統治者の呼称をより穏健なものに変更し、最高権力を二人による共同統治とすることを勧める。

§4.73.1χαλεπῆς δὲ καὶ δυσκρίτου τῆς αἱρέσεως ἅπασι φαινομένης διὰ τὰς παρακολουθούσας ἑκάστῃ τῶν πολιτειῶν κακίας τελευταῖος παραλαβὼν τὸν λόγον ὁ Βροῦτος εἶπεν·
選択が、それぞれの政体に随伴する欠点のために、すべての人にとって困難で判断しがたいものと思われた中で、最後に発言を引き継いだブルートゥスはこう言った。
ἐγὼ δʼ, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ παρόντες ἄνδρες ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, καινὴν μὲν οὐδεμίαν οἴομαι δεῖν ἡμᾶς καθίστασθαι πολιτείαν κατὰ τὸ παρόν·
「ルクレティウスよ、コッラティヌスよ、そしてここに居合わせているすべての善き人々、かつ善き人々の子孫よ、私は現在、いかなる新しい政体をも樹立する必要はないと考えます。
ὅ τε γὰρ καιρός, εἰς ὃν συνήγμεθα ὑπὸ τῶν πραγμάτων, βραχύς, ἐν ᾧ μεθαρμόσασθαι πόλεως κόσμον οὐ ῥᾴδιον, ἥ τε πεῖρα τῆς μεταβολῆς, κἂν τὰ κράτιστα τύχωμεν περὶ αὐτῆς βουλευσάμενοι, σφαλερὰ καὶ οὐκ ἀκίνδυνος, ἐξέσται θʼ ἡμῖν ὕστερον, ὅταν ἀπαλλαγῶμεν τῆς τυραννίδος μετὰ πλείονος ἐξουσίας καὶ κατὰ σχολὴν βουλευομένοις τὴν κρείττονα πολιτείαν ἀντὶ τῆς χείρονος ἑλέσθαι, εἰ δή τις ἄρα ἔστι κρείττων, ἧς Ῥωμύλος τε καὶ Πομπίλιος καὶ πάντες οἱ μετʼ ἐκείνους βασιλεῖς καταστησάμενοι παρέδοσαν ἡμῖν, ἐξ ἧς μεγάλη καὶ εὐδαίμων καὶ πολλῶν ἄρχουσα ἀνθρώπων ἡ πόλις ἡμῶν διετέλεσεν.
というのも、事態によって我々が追い詰められて集まった時の余裕は短く、その間に都市の秩序を再編することは容易ではありませんし、また、変革の試みは、たとえそれについて我々が最良の審議を尽くすことができたとしても、不安定で危険を伴うものだからです。 そして、我々が僭主の支配から解放された後には、より大きな権能を持ち、ゆっくりと審議して、劣ったものの代わりに、より優れた政体を選ぶことが、後になって可能になるでしょう。 もし、ロムルスやポンピリウス、および彼らの後のすべての王たちが樹立して我々に伝えてくれた政体(その下で我々の都市は偉大かつ幸福であり続け、多くの人々を支配してきたのですが)、それよりも本当に何か優れたものがあるのだとすれば、の話ですが。
§4.73.2ἃ δὲ παρακολουθεῖν εἴωθε ταῖς μοναρχίαις χαλεπά, ἐξ ὧν εἰς τυραννικὴν ὠμότητα περιίστανται καὶ διʼ ἃ δυσχεραίνουσιν ἅπαντες αὐτάς, ταῦθʼ ὑμῖν ἐπανορθώσασθαί τε καὶ νῦν καὶ ἵνα μηδʼ ἐξ ὑστέρου γένηταί §4.73.3ποτε φυλάξασθαι παραινῶ.
しかし、君主政に随伴するのが常である困難な点、すなわち、それらが原因となって君主政が僭主的な残虐さへと転じ、またすべての人がそのために君主政を嫌悪する原因となる点を、あなた方が今正すこと、そして後になってからも決して生じることがないよう用心することを、私はお勧めします。
τίνα δʼ ἐστὶ ταῦτα;
では、それらとは何でしょうか。
πρῶτον μὲν ἐπειδὴ τὰ ὀνόματα τῶν πραγμάτων οἱ πολλοὶ σκοποῦσι καὶ ἀπὸ τούτων ἢ προσίενταί τινα τῶν βλαβερῶν ἢ φεύγουσι τῶν ὠφελίμων, ἐν οἷς καὶ τὴν μοναρχίαν εἶναι συμβέβηκε, μεταθέσθαι τοὔνομα τῆς πολιτείας ὑμῖν παραινῶ καὶ τοὺς μέλλοντας ἕξειν τὴν ἁπάντων ἐξουσίαν μήτε βασιλεῖς ἔτι μήτε μονάρχους καλεῖν, ἀλλὰ μετριωτέραν τινὰ καὶ φιλανθρωποτέραν ἐπʼ αὐτοῖς θέσθαι προσηγορίαν.
第一に、多くの人々は事物の名称に目を向け、それらに基づいて有害なものを受け入れたり、有益なものを避けたりするものであり、君主政もまさにその中にあるわけですから、政体の名称を変更し、すべての権力を持つことになる人々を、もはや王とも独裁者とも呼ばず、彼らに対してより穏健で、より親しみやすい呼称を与えることを、私はあなた方に勧めます。
§4.73.4ἔπειτα μὴ ποιεῖν μίαν γνώμην ἁπάντων κυρίαν, ἀλλὰ δυσὶν ἐπιτρέπειν ἀνδράσι τὴν βασιλικὴν ἀρχήν, ὡς Λακεδαιμονίους πυνθάνομαι ποιεῖν ἐπὶ πολλὰς ἤδη γενεάς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦ πολιτεύματος ἁπάντων μάλιστα τῶν Ἑλλήνων εὐνομεῖσθαί τε καὶ εὐδαιμονεῖν·
第二に、一つの意見をすべての事柄に対して絶対的なものとするのではなく、二人の人物に王としての権限を委ねることです。 これはスパルタ人がすでに多くの世代にわたって行っていると聞いており、この国制の形態によって、彼らはすべてのギリシア人の中で最もよく統治され、最も幸福であるとのことです。
ἧττον γὰρ ὑβρισταὶ καὶ βαρεῖς ἔσονται διαιρεθείσης τῆς ἐξουσίας διχῇ καὶ τὴν αὐτὴν ἔχοντος ἰσχὺν ἑκατέρου· αἰδώς τʼ ἀλλήλων καὶ κώλυσις τοῦ καθʼ ἡδονὴν ζῆν φιλοτιμία τε πρὸς ἀρετῆς δόκησιν ἐκ ταύτης γένοιτʼ ἂν ἑκάστῳ τῆς ἰσοτίμου δυναστείας μάλιστα.
というのも、権力が二つに分割され、双方が同じ力を有していれば、彼らが傲慢で横暴になることは少なくなりますし、互いに対する慎みや、気ままに生きることの抑制、および徳の誉れを得ようとする競争心が、この対等な支配権から、各自に最も強く引き起こされることになるからです。 」

語釈・文法注

  1. 4.73.1χαλεπῆς δὲ καὶ δυσκρίτου τῆς αἱρέσεως ἅπασι φαινομένης — 属格独立構文。τῆς αἱρέσεως が意味上の主語であり、現在分詞 φαινομένης が形容詞 χαλεπῆς καὶ δυσκρίτου を述語として伴っている。
  2. 4.73.1κἂν τὰ κράτιστα τύχωμεν περὶ αὐτῆς βουλευσάμενοι — 譲歩を表す κἄν(καὶ ἐάν)に接続法 τύχωμεν が続き、さらに動詞 τυγχάνω が補詞的分詞 βουλευσάμενοι を取ることで、「たとえ実際に我々が最善の審議をしたとしても」という仮定・譲歩のニュアンスを表す。
  3. 4.73.2ἃ δὲ παρακολουθεῖν εἴωθε ταῖς μοναρχίαις χαλεπά — 関係代名詞 ἅ が導く関係節の内部に、述語形容詞 χαλεπά が繰り込まれている。主節の指示代名詞 ταῦθʼ(ταῦτα)の先行詞として機能し、文頭に配置されて強調されている。
  4. 4.73.4ὡς Λακεδαιμονίους πυνθάνομαι ποιεῖν — ὡς が導く従属節の中で、動詞 πυνθάνομαι が対格不定詞構文(Aci)を取っている。Λακεδαιμονίους(対格)が不定詞 ποιεῖν の意味上の主語である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.73.1-4.73.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.73.1-4.73.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。