§4.71.1ταῦτʼ εἰπὼν ἐκάλει καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὸν αὐτὸν ὅρκον·
こう言うと、彼は他の者たち全員にも同じ誓いを立てるよう求めた。
οἱ δʼ οὐδὲν ἔτι ἐνδοιάσαντες ἀνίσταντο καὶ τὸ ξίφος δεχόμενοι παρʼ ἀλλήλων ὤμνυον.
彼らはもはやいささかも躊躇うことなく立ち上がり、互いに剣を受け取りながら誓いを立てた。
γενομένων δὲ τῶν ὁρκωμοσιῶν μετὰ τοῦτʼ εὐθὺς ἐζήτουν, τίς ὁ τῆς ἐπιχειρήσεως ἔσται τρόπος.
誓約がなされると、その直後に、彼らはこの計画の実行方法がいかなるものであるべきかを検討した。
καὶ ὁ Βροῦτος αὐτοῖς ὑποτίθεται τοιάδε·
するとブルートゥスは彼らに次のように提案した。
πρῶτον μὲν διὰ φυλακῆς τὰς πύλας ἔχωμεν, ἵνα μηδὲν τῶν ἐν τῇ πόλει λεγομένων τε καὶ πραττομένων κατὰ τῆς τυραννίδος αἴσθηται Ταρκύνιος, πρὶν ἢ τὰ παρʼ ἡμῶν εὐτρεπῆ
「まず第一に、我々の側の準備が整う前に、市内で語られ行われている僭主政治に反対する動きをタルクィニウスが何一つ察知することのないよう、城門を警戒の下に置きましょう。
§4.71.2γενέσθαι. ἔπειτα κομίσαντες τὸ σῶμα τῆς γυναικὸς ὡς ἔστιν αἵματι πεφυρμένον εἰς τὴν ἀγορὰν καὶ προθέντες ἐν φανερῷ συγκαλῶμεν τὸν δῆμον εἰς ἐκκλησίαν.
次に、女性の遺体を血まみれのそのままの姿で広場に運び、公の場にさらした上で、民衆を集会へと召集しましょう。
ὅταν δὲ συνέλθῃ καὶ πλήθουσαν ἴδωμεν τὴν ἀγοράν, προελθὼν Λουκρήτιός τε καὶ Κολλατῖνος ἀποδυράσθωσαν τὰς ἑαυτῶν τύχας ἅπαντα τὰ γενόμενα φράσαντες.
そして、彼らが集まり、広場が満ちているのを見たならば、ルクレティウスとコッラティヌスが前に進み出て、起こったすべてのことを説明しながら、自らの不運を嘆き悲しむのです。
§4.71.3ἔπειτα τῶν ἄλλων ἕκαστος παριὼν κατηγορείτω τῆς τυραννίδος καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλείτω.
その後、他の者たちもそれぞれ進み出て僭主政治を告発し、市民たちを自由へと呼びかけるように。
ἔσται δὲ πᾶσι Ῥωμαίοις κατʼ εὐχήν, ἐὰν ἴδωσιν ἡμᾶς τοὺς πατρικίους ἄρχοντας τῆς ἐλευθερίας·
もし我々貴族が自由の先頭に立っているのを見るならば、それはすべてのローマ人にとって望み通りのことになるでしょう。
πολλὰ γὰρ καὶ δεινὰ πεπόνθασιν ὑπὸ τοῦ τυράννου καὶ μικρᾶς ἀφορμῆς δέονται.
というのも、彼らは僭主によって多くの恐ろしい苦しみを受けており、わずかなきっかけを必要としているだけだからです。
ὅταν δὲ λάβωμεν τὸ πλῆθος ὡρμημένον καταλῦσαι τὴν μοναρχίαν ψῆφόν τʼ αὐτοῖς ἀναδῶμεν ὑπὲρ τοῦ μηκέτι Ῥωμαίων Ταρκύνιον ἄρξειν καὶ τὸ περὶ τούτων δόγμα πρὸς τοὺς ἐπὶ στρατοπέδου διαπεμψώμεθα ἐν τάχει.
そして、民衆が独裁政治を打倒しようと奮起しているのを確認したなら、タルクィニウスがもはやローマ人を支配しないことについての投票を彼らに提案し、この件に関する決議を、陣営にいる者たちへ迅速に送り届けることにしましょう。
§4.71.4καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι.
というのも、武器を手にしている者たちも、市内のすべてが僭主たちに対して敵対的であることを知るならば、祖国の自由のために熱心に立ち上がるでしょう。 彼らはもはや以前のように恩賞によって引き留められることもなく、またタルクィニウスの息子たちやへつらう者たちの傲慢に耐えることもできないからです。
§4.71.5ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε·
彼がこのように語ると、ウァレリウスが発言を引き継いで言った。 「ユーニウスよ、他の点については、あなたは正しく考慮していると私は思う。
περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις.
しかし、民会については、誰が法に従ってそれを召集し、各クリアに投票を任せるのか、私はまだ知りたい。
ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν· ἡμῶν δʼ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει.
なぜなら、これを行うことは政務官に委ねられているが、我々のうち誰も何の官職も持っていないからだ。
ὁ δʼ ὑπολαβών·
」すると彼は遮って言った。
ἐγώ, φησίν, ὦ Οὐαλέριε.
「ウァレリウスよ、それは私だ。
§4.71.6τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν.
私はケレレスの長官であり、望むときにはいつでも、法に従って民会を召集することが私に委ねられているからだ。
ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτʼ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτʼ, εἰ γνοίην, χρησομένῳ·
僭主は私を、このきわめて大きな官職の権能を知ることもなく、また知ったとしてもそれを行使することもない愚か者とみなして、私にこれを与えたのだ。
καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι.
そして、僭主に反対する演説を、最初に私自身が行うつもりだ。 」