§4.65.1ἐπιστὰς δὲ τῇ κλίνῃ διεγερθείσης ἅμα τῷ συνεῖναι τὸν ψόφον τῆς γυναικὸς καὶ πυνθανομένης, ὅστις εἴη, φράσας τοὔνομα σιωπᾶν ἐκέλευε καὶ μένειν ἐν τῷ δωματίῳ σφάξειν αὐτὴν ἀπειλήσας, ἐὰν ἐπιχειρήσῃ φεύγειν ἢ βοᾶν.
そして彼はベッドの脇に立った。 その女性が物音を察知すると同時に目を覚まし、彼が誰であるかを尋ねたとき、彼は自らの名を名乗り、もし彼女が逃げようとしたり叫ぼうとしたりすれば、彼女を刺し殺すと脅して、静かにしていること、および寝室にとどまることを命じた。
τούτῳ καταπληξάμενος τῷ τρόπῳ τὴν ἄνθρωπον αἱρέσεις αὐτῇ δύο προὔτεινεν, ὧν ποτέραν αὐτὴ προῃρεῖτο λαβεῖν ἠξίου, θάνατον μετʼ §4.65.2αἰσχύνης ἢ βίον μετʼ εὐδαιμονίας.
この方法でその女性を恐怖に陥れた後、彼は彼女に二つの選択肢を提示し、そのどちらを彼女自身が受け入れることを望むかを決めるよう求めた。 それは、不名誉を伴う死か、あるいは幸福を伴う生かであった。
εἰ μὲν γὰρ ὑπομενεῖς, ἔφη, χαρίσασθαί μοι, γυναῖκά σε ποιήσομαι καὶ βασιλεύσεις σὺν ἐμοὶ νῦν μὲν ἧς ὁ πατήρ μοι ἔδωκε πόλεως, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ῥωμαίων τε καὶ Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων ὅσων ἐκεῖνος ἄρχει.
「もしあなたが私の意に従うことを受け入れてくれるなら」と彼は言った。 「あなたを私の妻にしよう。 そしてあなたは私とともに統治することになる。 今は、父が私に与えてくれた都市を、そして父の死後は、ローマ人、ラティウム人、エトルリア人、その他父が支配しているすべての民を。
ἐγὼ γὰρ οἶδʼ, ὅτι παραλήψομαι τὴν τοῦ πατρὸς βασιλείαν, ὥσπερ ἐστὶ δίκαιον, τῶν υἱῶν αὐτοῦ πρεσβύτατος ὤν.
なぜなら私は、息子たちの中で最年長であるから、当然そうあるべきであるように、父の王位を継承することを知っているからだ。
ὅσα δʼ ὑπάρχει τοῖς βασιλεῦσιν ἀγαθά, ὧν ἁπάντων ἔσῃ σὺν ἐμοὶ κυρία, τί δεῖ σε καλῶς ἐπισταμένην διδάσκειν;
王たちに属するすべての善いものについて、そのすべてを私とともにあなたが支配することになるのだが、よく知っているあなたに、なぜ私が今さら教える必要があろうか。
§4.65.3εἰ δʼ ἀντιπράττειν ἐπιχειρήσεις σώζειν βουλομένη τὸ σῶφρον, ἀποκτενῶ σε καὶ τῶν θεραπόντων ἐπικατασφάξας ἕνα θήσω τὰ σώματα ὑμῶν ἅμα καὶ φήσω κατειληφὼς ἀσχημονοῦσάν σε μετὰ τοῦ δούλου τετιμωρῆσθαι τὴν τοῦ συγγενοῦς ὕβριν μετερχόμενος, ὥστʼ αἰσχρὰν καὶ ἐπονείδιστόν σου γενέσθαι τὴν τελευτὴν καὶ μηδὲ ταφῆς τὸ σῶμά σου τυχεῖν μηδʼ ἄλλου τῶν νομίμων μηδενός.
しかし、もしあなたが貞淑を守ることを望んで、私に抵抗しようとするなら、私はあなたを殺し、さらに召使いたちの一人をその上で刺し殺して、あなたたちの遺体を並べて置き、あなたが奴隷と不義を働いているところを現場で押さえたので、親族に対する侮辱を晴らすために処罰したのだ、と言うつもりだ。 その結果、あなたの最期は不名誉で恥ずべきものとなり、あなたの遺体は埋葬も、その他のいかなる慣習的な儀礼も受けることができなくなるだろう」。
§4.65.4ὡς δὲ πολὺς ἦν ἀπειλῶν θʼ ἅμα καὶ ἀντιβολῶν καὶ διομνύμενος ἀληθεύειν τῶν λεγομένων ἑκάτερον, εἰς ἀνάγκην ἦλθεν ἡ Λουκρητία φοβηθεῖσα τὴν περὶ τὸν θάνατον ἀσχημοσύνην εἶξαί τε καὶ περιιδεῖν αὐτὸν ἃ προῃρεῖτο διαπραξάμενον.
彼が脅迫すると同時に懇願し、かつ言っていることのいずれもが真実であると誓って執拗に迫ったので、ルクレティアは死に伴う不名誉を恐れて、やむを得ない状況に追い込まれ、屈服して、彼が望むことを成し遂げるのを黙認するに至った。