§4.64.1τὴν Ἀρδεατῶν πόλιν ὁ Ταρκύνιος ἐπολιόρκει πρόφασιν μὲν ποιούμενος, ὅτι τοὺς ἐκ Ῥώμης φυγάδας ὑπεδέχετο καὶ συνέπραττεν αὐτοῖς περὶ καθόδου·
タルクィニウスはアルデアの都市を包囲していたが、表向きには、その都市がローマからの亡命者たちを受け入れ、彼らの帰還に協力しているからという口実を設けていた。
ὡς δὲ τἀληθὲς εἶχεν ἐπιβουλεύων αὐτῇ διὰ τὸν πλοῦτον εὐδαιμονούσῃ μάλιστα τῶν ἐν Ἰταλίᾳ πόλεων.
しかし実際には、その都市がイタリアの諸都市の中で最も繁栄し富裕であったがゆえに、それを手に入れようと企んでいたのである。
γενναίως δὲ τῶν Ἀρδεατῶν ἀπομαχομένων καὶ πολυχρονίου τῆς πολιορκίας γινομένης οἵ τʼ ἐπὶ τοῦ στρατοπέδου κάμνοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ οἱ κατὰ πόλιν ἀπειρηκότες ταῖς εἰσφοραῖς ἕτοιμοι πρὸς ἀπόστασιν ἦσαν, εἴ τις ἀρχὴ γένοιτο.
だが、アルデアの人々が勇敢に抗戦し、包囲戦が長期化したため、陣営で戦争の引き延ばしに苦しんでいた者たちも、市内において戦費負担によって疲れ果てていた者たちも、もし何らかのきっかけがあれば、反乱を起こす用意ができていた。
§4.64.2ἐν τούτῳ δὴ τῷ καιρῷ Σέξτος ὁ πρεσβύτατος τῶν Ταρκυνίου παίδων ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς πόλιν, ἣ ἐκαλεῖτο Κολλάτεια, χρείας τινὰς ὑπηρετήσων στρατιωτικὰς παρʼ ἀνδρὶ κατήχθη συγγενεῖ Λευκίῳ Ταρκυνίῳ τῷ Κολλατίνῳ §4.64.3προσαγορευομένῳ.
まさにこの時に、タルクィニウスの長男セクストスが、軍事的なある任務を果たすために父親によってコッラティアと呼ばれる都市へ派遣され、親族であるルキウス・タルクィニウス、コッラティヌスと呼ばれる男の家に身を寄せた。
τοῦτον τὸν ἄνδρα Φάβιος μὲν υἱὸν εἶναί φησιν Ἠγερίου, περὶ οὗ δεδήλωκα πρότερον, ὅτι Ταρκυνίῳ τῷ προτέρῳ βασιλεύσαντι Ῥωμαίων ἀδελφόπαις ἦν καὶ Κολλατείας ἡγεμὼν ἀποδειχθεὶς ἀπὸ τῆς ἐν ἐκείνῃ τῇ πόλει διατριβῆς αὐτός τε Κολλατῖνος ἐκλήθη καὶ τοῖς ἐγγόνοις ἀφʼ ἑαυτοῦ τὴν αὐτὴν κατέλιπεν ἐπίκλησιν·
この男について、ファビウスは、エゲリウスの息子であると言っている。 そのエゲリウスについては、私が以前に明らかにしたように、ローマを支配した先代のタルクィニウスの甥であり、コッラティアの支配者に任じられてその都市に滞在したことから、彼自身もコッラティヌスと呼ばれ、自らに始まる同じ呼び名を子孫に残した。
ἐγὼ δὲ καὶ τοῦτον υἱωνὸν εἶναι τοῦ Ἠγερίου πείθομαι, εἴ γε τὴν αὐτὴν εἶχε τοῖς Ταρκυνίου παισὶν ἡλικίαν, ὡς Φάβιός τε καὶ οἱ λοιποὶ συγγραφεῖς παραδεδώκασιν·
しかし私は、彼もまたエゲリウスの孫であると確信している。 もし彼がタルクィニウスの息子たちと同世代であったとすれば、それはファビウスや他の歴史家たちが伝えている通りなのだから。
ὁ γὰρ χρόνος ταύτην μοι τὴν ὑπόληψιν βεβαιοῖ.
年代が私にこの想定を裏付けてくれる。
§4.64.4ὁ μὲν οὖν Κολλατῖνος ἐπὶ στρατοπέδου τότε ὢν ἐτύγχανεν, ἡ δὲ συνοικοῦσα αὐτῷ γυνὴ Ῥωμαία, Λουκρητίου θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ἐξένιζεν αὐτὸν ὡς συγγενῆ τοῦ ἀνδρὸς πολλῇ προθυμίᾳ τε καὶ φιλοφροσύνῃ.
さて、コッラティヌスは当時、たまたま陣営にいたのだが、彼と同居しているローマ人の妻、すなわち高名な男ルクレティウスの娘が、夫の親族として彼を大いなる熱意と親切をもって歓待した。
ταύτην τὴν γυναῖκα καλλίστην οὖσαν τῶν ἐν Ῥώμῃ γυναικῶν καὶ σωφρονεστάτην ἐπεχείρησεν ὁ Σέξτος διαφθεῖραι, παλαίτερον μὲν ἔτι εἰργόμενος, ὁπότε κατάγοιτο παρὰ τῷ συγγενεῖ, τότε δὲ καιρὸν ἁρμόττοντα οἰόμενος ἔχειν.
ローマの女性たちの中で最も美しく、また最も貞淑であったこの女性を、セクストスは誘惑して汚そうと試みた。 以前から、彼がこの親族の家に泊まるたびに、まだ自制していたのだが、この時は好機を得たと考えてのことである。
§4.64.5ὡς δὲ μετὰ τὸ δεῖπνον ἀπῆλθε κοιμησόμενος ἐπισχὼν τῆς νυκτὸς πολὺ μέρος, ἐπειδὴ καθεύδειν ἅπαντας ἐνόμιζεν, ἀναστὰς ἧκεν ἐπὶ τὸ δωμάτιον, ἐν ᾧ τὴν Λουκρητίαν ᾔδει καθεύδουσαν, καὶ λαθὼν τοὺς παρὰ ταῖς θύραις τοῦ δωματίου κοιμωμένους εἰσέρχεται ξίφος ἔχων.
夕食の後に彼が眠るために退いた後、夜の大部分が過ぎるのを待って、皆が眠りについたと思った時に、彼は起き上がって、ルクレティアが眠っていると知っていた寝室へやって来た。 そして、寝室の扉のそばで眠っていた者たちに見つかることなく、剣を手にして入っていった。