Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.65.1-4.65.4

塞克斯图斯的威逼与卢克丽霞的屈从

第 309 段,共 962 段 · 希腊语

内容简介

塞克斯图斯迫使卢克丽霞在耻辱的死亡与幸福的生活之间做出选择,威胁她若反抗就杀死她并捏造她与奴隶通奸。卢克丽霞因害怕死后的污名而屈服。

§4.65.1ἐπιστὰς δὲ τῇ κλίνῃ διεγερθείσης ἅμα τῷ συνεῖναι τὸν ψόφον τῆς γυναικὸς καὶ πυνθανομένης, ὅστις εἴη, φράσας τοὔνομα σιωπᾶν ἐκέλευε καὶ μένειν ἐν τῷ δωματίῳ σφάξειν αὐτὴν ἀπειλήσας, ἐὰν ἐπιχειρήσῃ φεύγειν ἢ βοᾶν.
他站在床边。 当那妇人听到动静并立刻醒来,询问他是谁时,他报上自己的名字,并命令她保持安静、留在卧室里,威胁说如果她企图逃跑或呼喊,他就把她刺死。
τούτῳ καταπληξάμενος τῷ τρόπῳ τὴν ἄνθρωπον αἱρέσεις αὐτῇ δύο προὔτεινεν, ὧν ποτέραν αὐτὴ προῃρεῖτο λαβεῖν ἠξίου, θάνατον μετʼ §4.65.2αἰσχύνης ἢ βίον μετʼ εὐδαιμονίας.
他用这种方法使那女人陷入极度恐惧,随后向她提出两个选择,要求她决定自己愿意接受哪一个:是伴随着耻辱的死亡,还是伴随着幸福的生存。
εἰ μὲν γὰρ ὑπομενεῖς, ἔφη, χαρίσασθαί μοι, γυναῖκά σε ποιήσομαι καὶ βασιλεύσεις σὺν ἐμοὶ νῦν μὲν ἧς ὁ πατήρ μοι ἔδωκε πόλεως, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ῥωμαίων τε καὶ Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων ὅσων ἐκεῖνος ἄρχει.
“因为,如果你甘愿,”他说,“顺从我,我将娶你为妻,你将与我共同统治。 现在统治我父亲给我的城市,在他去世后,则统治罗马人、拉丁人、伊特鲁里亚人以及他所统治的其他所有人。
ἐγὼ γὰρ οἶδʼ, ὅτι παραλήψομαι τὴν τοῦ πατρὸς βασιλείαν, ὥσπερ ἐστὶ δίκαιον, τῶν υἱῶν αὐτοῦ πρεσβύτατος ὤν.
因为我知道,作为他儿子中的长子,我将继承父亲的王位,正如这是理所应当的。
ὅσα δʼ ὑπάρχει τοῖς βασιλεῦσιν ἀγαθά, ὧν ἁπάντων ἔσῃ σὺν ἐμοὶ κυρία, τί δεῖ σε καλῶς ἐπισταμένην διδάσκειν;
至于属于君王的所有美善之物,你都将与我共同享有其支配权,对于对此了如指掌的你,我又何需多言?
§4.65.3εἰ δʼ ἀντιπράττειν ἐπιχειρήσεις σώζειν βουλομένη τὸ σῶφρον, ἀποκτενῶ σε καὶ τῶν θεραπόντων ἐπικατασφάξας ἕνα θήσω τὰ σώματα ὑμῶν ἅμα καὶ φήσω κατειληφὼς ἀσχημονοῦσάν σε μετὰ τοῦ δούλου τετιμωρῆσθαι τὴν τοῦ συγγενοῦς ὕβριν μετερχόμενος, ὥστʼ αἰσχρὰν καὶ ἐπονείδιστόν σου γενέσθαι τὴν τελευτὴν καὶ μηδὲ ταφῆς τὸ σῶμά σου τυχεῖν μηδʼ ἄλλου τῶν νομίμων μηδενός.
但如果你企图反抗,想要保全你的贞洁,我就会杀死你,并在你身上刺死你的一名仆人,将你们的尸体放在一起,并宣称我当场抓住了你与奴隶的丑行,为了惩罚对我亲戚的侮辱而处决了你,从而使你的死变得可耻且受尽唾骂,你的尸体也得不到安葬或任何其他合乎法度的仪礼。
§4.65.4ὡς δὲ πολὺς ἦν ἀπειλῶν θʼ ἅμα καὶ ἀντιβολῶν καὶ διομνύμενος ἀληθεύειν τῶν λεγομένων ἑκάτερον, εἰς ἀνάγκην ἦλθεν ἡ Λουκρητία φοβηθεῖσα τὴν περὶ τὸν θάνατον ἀσχημοσύνην εἶξαί τε καὶ περιιδεῖν αὐτὸν ἃ προῃρεῖτο διαπραξάμενον.
” 由于他一边威胁,一边恳求,并且发誓他所说的一字一句都是真话,执意逼迫,卢克丽霞因害怕死后的耻辱,不得不屈服,并默许他得逞了他的企图。

词汇与语法注释

  1. §4.65.1ἅμα τῷ συνεῖναι τὸν ψόφον τῆς γυναικὸς — ἅμα 接与格表示“与……同时”。此处带冠词的不定式 τῷ συνεῖναι(συνίημι“察觉”的第二不定过去时不定式)为与格,τὸν ψόφον 是其宾格宾语。τῆς γυναικὸς 与接下来的分词 διεγερθείσης 和 πυνθανομένης 一起构成属格独立结构的主语。
  2. §4.65.1ὧν ποτέραν αὐτὴ προῃρεῖτο λαβεῖν ἠξίου — 属格关系代词 ὧν 指代前行词 αἱρέσεις...Diagnostic 指代 αἱρέσεις... δύο,并修饰间接疑问代词 ποτέραν(“两个选择之中的哪一个”)。αὐτή 是依附于 ἠξίου(ἀξιόω“要求”的未完成过去时)的不定式从句的主语,意为“他要求她自己选择愿意接受其中的哪一个”。
  3. §4.65.2ἧς ὁ πατήρ μοι ἔδωκε πόλεως — 关系代词的吸引(attraction)现象。本来作为属格支配动词 βασιλεύσεις 之宾语的前行词 τῆς πόλεως 被拉入关系从句中,且关系代词(原本应为宾格 ἣν)也同化为前行词的属格,变成了 ἧς... 占有属格的形式。
  4. §4.65.3φήσω κατειληφὼς ἀσχημονοῦσάν σε μετὰ τοῦ δούλου τετιμωρῆσθαι — 由于主句动词 φήσω(“我将说”)的主语是塞克斯图斯本人,分词 κατειληφώς(“当场抓住”)用主格。同样,由于不定式从句的主语也是他自己,完成时不定式 τετιμωρῆσθαι(“惩罚”,异态动词 τιμωρέομαι)的主语作为主格也被省略。ἀσχημονοῦσάν σε(“你做出丑行”)是分词 κατειληφώς 的宾格补足语。
  5. §4.65.4ὡς δὲ πολὺς ἦν ἀπειλῶν — πολύς εἰμι 接分词的惯用表达,意为“执意做某事”或“极力做某事”。此处支配了三个分词:ἀπειλῶν(威胁)、ἀντιβολῶν(哀求)和 διομνύμενος(发誓),表示“他执意威胁、哀求并起誓”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.65.1-4.65.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.65.1-4.65.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。