Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.64.1-4.64.5

塞克斯图斯潜入卢克丽霞的卧室

第 308 段,共 962 段 · 希腊语

内容简介

在塔克文围攻亚尔地亚期间,其长子塞克斯图斯拜访了位于科拉提亚的亲戚科拉提努斯之家。尽管受到了热情款待,塞克斯图斯却企图凌辱科拉提努斯美丽且贞洁的妻子卢克丽霞,并在深夜手持宝剑潜入她的卧室。

§4.64.1τὴν Ἀρδεατῶν πόλιν ὁ Ταρκύνιος ἐπολιόρκει πρόφασιν μὲν ποιούμενος, ὅτι τοὺς ἐκ Ῥώμης φυγάδας ὑπεδέχετο καὶ συνέπραττεν αὐτοῖς περὶ καθόδου· ὡς δὲ τἀληθὲς εἶχεν ἐπιβουλεύων αὐτῇ διὰ τὸν πλοῦτον εὐδαιμονούσῃ μάλιστα τῶν ἐν Ἰταλίᾳ πόλεων.
塔克文包围了亚尔地亚人的城市,表面上的借口是,该城收留了来自罗马的流亡者,并协助他们复归;但实际情况是,他觊觎该城的财富,因为它是意大利诸城市中最繁荣富庶的。
γενναίως δὲ τῶν Ἀρδεατῶν ἀπομαχομένων καὶ πολυχρονίου τῆς πολιορκίας γινομένης οἵ τʼ ἐπὶ τοῦ στρατοπέδου κάμνοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ οἱ κατὰ πόλιν ἀπειρηκότες ταῖς εἰσφοραῖς ἕτοιμοι πρὸς ἀπόστασιν ἦσαν, εἴ τις ἀρχὴ γένοιτο.
然而,由于亚尔地亚人勇敢地抵抗,且围城战旷日持久,不仅在营地里因战争拖延而痛苦的士兵,连在城里因战时征税而疲惫不堪的民众,都已准备好,一旦有什么导火索,便会发动叛乱。
§4.64.2ἐν τούτῳ δὴ τῷ καιρῷ Σέξτος ὁ πρεσβύτατος τῶν Ταρκυνίου παίδων ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς πόλιν, ἣ ἐκαλεῖτο Κολλάτεια, χρείας τινὰς ὑπηρετήσων στρατιωτικὰς παρʼ ἀνδρὶ κατήχθη συγγενεῖ Λευκίῳ Ταρκυνίῳ τῷ Κολλατίνῳ §4.64.3προσαγορευομένῳ.
正是在这个时候,塔克文的长子塞克斯图斯被他的父亲派往被称为科拉提亚的城市,去执行某些军事任务,并寄宿在他的亲戚、被称为科拉提努斯的卢基乌斯·塔克文家里。
τοῦτον τὸν ἄνδρα Φάβιος μὲν υἱὸν εἶναί φησιν Ἠγερίου, περὶ οὗ δεδήλωκα πρότερον, ὅτι Ταρκυνίῳ τῷ προτέρῳ βασιλεύσαντι Ῥωμαίων ἀδελφόπαις ἦν καὶ Κολλατείας ἡγεμὼν ἀποδειχθεὶς ἀπὸ τῆς ἐν ἐκείνῃ τῇ πόλει διατριβῆς αὐτός τε Κολλατῖνος ἐκλήθη καὶ τοῖς ἐγγόνοις ἀφʼ ἑαυτοῦ τὴν αὐτὴν κατέλιπεν ἐπίκλησιν·
关于此人,法比乌斯说他是埃格里乌斯的儿子。 关于埃格里乌斯,我之前已经指出,他是先前统治罗马的塔克文的侄子,并在被任命为科拉提亚的长官后,由于在彼城的居留,他自己被称为科拉提努斯,并将这一源自自身的别称留给了后代。
ἐγὼ δὲ καὶ τοῦτον υἱωνὸν εἶναι τοῦ Ἠγερίου πείθομαι, εἴ γε τὴν αὐτὴν εἶχε τοῖς Ταρκυνίου παισὶν ἡλικίαν, ὡς Φάβιός τε καὶ οἱ λοιποὶ συγγραφεῖς παραδεδώκασιν· ὁ γὰρ χρόνος ταύτην μοι τὴν ὑπόληψιν βεβαιοῖ.
但我确信,这个人实际上是埃格里乌斯的孙子,如果他确实与塔克文的儿子们同龄的话,正如法比乌斯和其他历史学家所记载的那样;因为年代学证实了我的这一推测。
§4.64.4ὁ μὲν οὖν Κολλατῖνος ἐπὶ στρατοπέδου τότε ὢν ἐτύγχανεν, ἡ δὲ συνοικοῦσα αὐτῷ γυνὴ Ῥωμαία, Λουκρητίου θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ἐξένιζεν αὐτὸν ὡς συγγενῆ τοῦ ἀνδρὸς πολλῇ προθυμίᾳ τε καὶ φιλοφροσύνῃ.
此时科拉提努斯正巧在军营中,而与他同住的罗马妻子——显赫人物卢克雷蒂乌斯的女儿——因为他是丈夫的亲戚,便以极大的热情和友善款待了他。
ταύτην τὴν γυναῖκα καλλίστην οὖσαν τῶν ἐν Ῥώμῃ γυναικῶν καὶ σωφρονεστάτην ἐπεχείρησεν ὁ Σέξτος διαφθεῖραι, παλαίτερον μὲν ἔτι εἰργόμενος, ὁπότε κατάγοιτο παρὰ τῷ συγγενεῖ, τότε δὲ καιρὸν ἁρμόττοντα οἰόμενος ἔχειν.
塞克斯图斯企图勾引并玷污这位罗马城中最美丽且最贞洁的妇人。 以往每当他在这位亲戚家留宿时,他尚能克制自己,但此时他认为自己得到了极好的机会。
§4.64.5ὡς δὲ μετὰ τὸ δεῖπνον ἀπῆλθε κοιμησόμενος ἐπισχὼν τῆς νυκτὸς πολὺ μέρος, ἐπειδὴ καθεύδειν ἅπαντας ἐνόμιζεν, ἀναστὰς ἧκεν ἐπὶ τὸ δωμάτιον, ἐν ᾧ τὴν Λουκρητίαν ᾔδει καθεύδουσαν, καὶ λαθὼν τοὺς παρὰ ταῖς θύραις τοῦ δωματίου κοιμωμένους εἰσέρχεται ξίφος ἔχων.
晚餐后,他退席准备就寝,在等待了夜色已深、确信所有人都已入睡之后,他起身来到他知道卢克丽霞正在安睡的卧室,避开了在卧室门旁安睡的人们的注意,手持宝剑走了进去。

词汇与语法注释

  1. 4.64.1ὡς δὲ τἀληθὲς εἶχεν — 一种惯用表达,不及物动词 ἔχει 与中性定冠词及形容词(`τὸ ἀληθές`)连用,表示“但实际情况是”。它与前文的 `πρόφασιν μὲν ποιούμενος`(借口是……)形成对比,引出了国王的真实意图(`ἐπιβουλεύων...`)。
  2. 4.64.3εἴ γε τὴν αὐτὴν εἶχε τοῖς Ταρκυνίου παισὶν ἡλικίαν — 由条件连词 `εἴ γε`(如果确实)引导的从句。在 `τὴν αὐτὴν ... ἡλικίαν`(同样的年龄)中,作为比较对象的 `τοῖς Ταρκυνίου παισὶν`(与塔克文的儿子们)使用了与格,这符合表示同一性的形容词 ὁ αὐτός 支配与格的语法规则。
  3. 4.64.4παλαίτερον μὲν ἔτι εἰργόμενος — 被动(或中动)分词 `εἰργόμενος`(被阻碍,或克制自己)与主句的主语 `ὁ Σέξτος` 一致。它作为时间或让步分词,与后文的 `τότε δὲ`(但此时)形成对比,突出了他以往虽被克制,现在却认为得到了好机会。
  4. 4.64.5ἐπισχὼν τῆς νυκτὸς πολὺ μέρος — `ἐπισχών` 是动词 ἐπέχω(克制、等待)的不定过去时主动分词,在此处意为“等待”。它支配了时间属格(或部分属格)`τῆς νυκτὸς πολὺ μέρος`(夜的大部分),表明他在采取行动前故意等待夜深。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.64.1-4.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.64.1-4.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。