§4.63.1ταῦτα διαπραξάμενος ὁ Ταρκύνιος ἐν εἰνήνῃ τε καὶ κατὰ πολέμους καὶ δύο πόλεις ἀποικίσας τὴν μὲν καλουμένην Σιγνίαν οὐ κατὰ προαίρεσεν, ἀλλʼ ἐκ ταὐτομάτου, χειμασάντων ἐν τῷ χωρίῳ τῶν στρατιωτῶν καὶ κατασκευασαμένων τὸ στρατόπεδον ὡς μηδὲν διαφέρειν πόλεως·
タルクィニウスは、平和のうちにも戦争においてもこれらを成し遂げ、また二つの都市に入植させた。 一方はシグニアと呼ばれるもので、意図したものではなく、兵士たちがその場所で冬を越し、都市と何ら変わらないほどの宿営地を設営したために、自然発生的にそうなったのである。
Κιρκαίαν δὲ κατὰ λογισμόν, ὅτι τοῦ Πωμεντίνου πεδίου μεγίστου τῶν περὶ τῇ Λατίνῃ καὶ τῆς συναπτούσης αὐτῷ θαλάττης ἔκειτο ἐν καλῷ·
他方のキルカイアは計画的にであって、ラティウム地方の周辺で最大のポメンティヌス平野と、それに隣接する海との間の好都合な位置にあったからである。
ἔστι δὲ χερσονησοειδὴς σκόπελος ὑψηλὸς ἐπιεικῶς ἐπὶ τοῦ Τυρρηνικοῦ πελάγους κείμενος, ἔνθα λόγος ἔχει Κίρκην τὴν Ἡλίου θυγατέρα κατοικῆσαι·
そこはティレニア海に面した、かなり高い半島状の岩礁であり、伝説によれば太陽の娘キルケが住んだという。
καὶ τὰς ἀποικίας ἀμφοτέρας δυσὶ τῶν παίδων οἰκισταῖς ἀναθείς, Κιρκαίαν μὲν Ἄρροντι, Σιγνίαν δὲ Τίτῳ, δέος ἅτε οὐδὲν ἔτι περὶ τῆς ἀρχῆς ἔχων, διὰ γυναικὸς ὕβριν αὐτῆς, ἣν ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Σέξτος διέφθειρεν, ἐξελαύνεται τῆς τʼ ἀρχῆς καὶ τῆς πόλεως, προθεσπίσαντος αὐτῷ τοῦ δαιμονίου τὴν μέλλουσαν γενήσεσθαι περὶ τὸν οἶκον συμφορὰν πολλοῖς μὲν καὶ §4.63.2ἄλλοις οἰωνοῖς, τελευταίῳ δὲ τῷδε.
そして、これら両方の植民都市の創建を、彼の二人の息子、すなわちキルカイアをアルンスに、シグニアをティトゥスに委ね、支配体制についてもう何の心配も抱いていなかった。 しかし、彼自身の身内の女性に対する暴行――それを最年長の息子セクストスが陵辱したのであるが――のために、彼は支配権からも市からも追放された。 神霊が、彼の家に将来起こるであろう災厄を、多くの他の予兆と、そして最後の次のような予兆によって、あらかじめ彼に示していたにもかかわらずである。
αἰετοὶ συνιόντες εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον ἔαρος ὥρᾳ νεοττιὰν ἔπλαττον ἐπὶ κορυφῇ φοίνικος ὑψηλοῦ.
春の季節に、王宮に隣接する庭において、鷲たちが集まって高いナツメヤシの木の梢に巣を作っていた。
τούτων δὲ τῶν αἰετῶν ἀπτῆνας ἔτι τοὺς νεοττοὺς ἐχόντων γῦπες ἀθρόοι προσπετασθέντες τήν τε νεοττιὰν διεφόρησαν καὶ τοὺς νεοττοὺς ἀπέκτειναν καὶ τοὺς αἰετοὺς προσιόντας ἀπὸ τῆς νομῆς ἀμύττοντές τε καὶ παίοντες τοῖς ταρσοῖς ἀπὸ τοῦ φοίνικος ἀπήλασαν.
これらの鷲たちが、まだ飛べない雛を持っているときに、禿鷲たちが群れをなして飛来し、その巣を破壊し、雛たちを殺し、そして餌場から戻ってきた鷲たちを、引っ掻き、また翼で叩いて、ナツメヤシの木から追い払った。
§4.63.3τούτους τοὺς οἰωνοὺς ἰδὼν ὁ Ταρκύνιος καὶ φυλαττόμενος, εἴ πως δύναιτο διακρούσασθαι τὴν μοῖραν, οὐκ ἴσχυσε νικῆσαι τὸ χρεών, ἀλλʼ ἐπιθεμένων αὐτῷ τῶν πατρικίων καὶ τοῦ δήμου συμφρονήσαντος ἐξέπεσε τῆς δυναστείας.
これらの予兆を目にして、なんとか運命を回避できないかと用心していたタルクィニウスであったが、必然に打ち勝つことはできなかった。 貴族たちが彼を襲い、平民も一致協力したため、彼は支配権から転落した。
οἵτινες δʼ ἦσαν οἱ τῆς ἐπαναστάσεως ἄρξαντες καὶ διʼ οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα, δι’ ὀλίγων πειράσομαι διελθεῖν.
この反乱を主導した者たちが誰であり、いかなる手段によって国政を握るに至ったかについて、手短に叙述することを試みよう。