§4.62.1λέγεται δέ τι καὶ ἕτερον ἐπὶ τῆς Ταρκυνίου δυναστείας πάνυ θαυμαστὸν εὐτύχημα τῇ Ῥωμαίων ὑπάρξαι πόλει εἴτε θεῶν τινος εἴτε δαιμόνων εὐνοίᾳ δωρηθέν·
タルκィニウスの支配期に、ローマの国家に、神々のうちの誰か、あるいは神霊の好意によって与えられた、極めて驚くべきまた別の幸運が生じたと言われている。
ὅπερ οὐ πρὸς ὀλίγον καιρόν, ἀλλʼ εἰς ἅπαντα τὸν βίον πολλάκις αὐτὴν ἔσωσεν ἐκ μεγάλων κακῶν.
それは、短い期間だけでなく、全歴史を通じて、しばしば国家を大きな災厄から救った。
§4.62.2γυνή τις ἀφίκετο πρὸς τὸν τύραννον οὐκ ἐπιχωρία βύβλους ἐννέα μεστὰς Σιβυλλείων χρησμῶν ἀπεμπολῆσαι θέλουσα.
ローマ人ではない一人の女性が、シビュラの神託に満ちた9冊の書物を売りたいと望んで、僭主のもとにやって来た。
οὐκ ἀξιοῦντος δὲ τοῦ Ταρκυνίου τῆς αἰτηθείσης τιμῆς πρίασθαι τὰς βύβλους ἀπελθοῦσα τρεῖς ἐξ αὐτῶν κατέκαυσε·
タルκィニウスが、求められた価格でその書物を買うことをよしとしなかったので、彼女は立ち去り、そのうちの3冊を焼き払った。
καὶ μετʼ οὐ πολὺν χρόνον τὰς λοιπὰς ἓξ ἐνέγκασα τῆς αὐτῆς ἐπώλει τιμῆς.
そして間もなく、残りの6冊を携えてきて、同じ価格で売ろうとした。
δόξασα δʼ ἄφρων τις εἶναι καὶ γελασθεῖσα ἐπὶ τῷ τὴν αὐτὴν τιμὴν αἰτεῖν περὶ τῶν ἐλαττόνων, ἣν οὐδὲ περὶ τῶν πλειόνων ἐδυνήθη λαβεῖν, ἀπελθοῦσα πάλιν τὰς ἡμισείας τῶν ἀπολειπομένων κατέκαυσε καὶ τὰς λοιπὰς §4.62.3τρεῖς ἐνέγκασα τὸ ἴσον ᾔτει χρυσίον.
彼女は愚かな者だと思われ、より多い書物についても得られなかったのと同じ価格を、より少ないものについて求めたことで嘲笑されたが、再び立ち去って、残されていたものの半分を焼き払い、残りの 3冊を携えてきて、同じ額の金を求めた。
θαυμάσας δὴ τὸ βούλημα τῆς γυναικὸς ὁ Ταρκύνιος τοὺς οἰωνοσκόπους μετεπέμψατο καὶ διηγησάμενος αὐτοῖς τὸ πρᾶγμα, τί χρὴ πράττειν, ἤρετο.
タルκィニウスは、その女性の決意に驚き、鳥占い師たちを呼び寄せて事の次第を説明し、何をすべきかを尋ねた。
κἀκεῖνοι διὰ σημείων τινῶν μαθόντες, ὅτι θεόπεμπτον ἀγαθὸν ἀπεστράφη, καὶ μεγάλην συμφορὰν ἀποφαίνοντες τὸ μὴ πάσας αὐτὸν τὰς βύβλους πρίασθαι, ἐκέλευσαν ἀπαριθμῆσαι τῇ γυναικὶ τὸ χρυσίον, ὅσον ᾔτει καὶ τοὺς περιόντας τῶν χρησμῶν λαβεῖν.
彼らはいくつかの兆候によって、神から送られた善きものが拒絶されたことを知り、彼がすべての書物を買わなかったのは大きな災難であると指摘した上で、女性が求めただけの金を彼女に支払い、残された神託を受け取るよう彼に勧めた。
§4.62.4ἡ μὲν οὖν γυνὴ τὰς βύβλους δοῦσα καὶ φράσασα τηρεῖν ἐπιμελῶς ἐξ ἀνθρώπων ἠφανίσθη, Ταρκύνιος δὲ τῶν ἀστῶν ἄνδρας ἐπιφανεῖς δύο προχειρισάμενος καὶ δημοσίους αὐτοῖς θεράποντας δύο παραζεύξας ἐκείνοις ἀπέδωκε τὴν τῶν βιβλίων φυλακήν, ὧν τὸν ἕτερον Μάρκον Ἀτίλιον ἀδικεῖν τι δόξαντα περὶ τὴν πύστιν καταμηνυθέντα ὑφʼ ἑνὸς τῶν δημοσίων, ὡς πατροκτόνον εἰς ἀσκὸν ἐνράψας βόειον ἔρριψεν εἰς τὸ πέλαγος.
そこで女性は書物を引き渡し、入念に保管するようにと告げて、人々の前から姿を消した。 タルκィニウスは、市民の中から著名な男を2名選び出し、2名の公僕を彼らに付き添わせて、彼らに書物の保管を委ねた。 彼らのうちの一人、マルクス・アティリウスは、託された秘密に関して何らかの不義を働いたと見なされ、公僕の一人から告発されたため、タルκィニウスは彼を尊属殺の犯人のように牛皮の袋に縫い入れ、海に投げ捨てた。
§4.62.5μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων ἡ πόλις ἀναλαβοῦσα τὴν τῶν χρησμῶν προστασίαν ἄνδρας τε τοὺς ἐπιφανεστάτους ἀποδείκνυσιν αὐτῶν φύλακας, οἳ διὰ βίου ταύτην ἔχουσι τὴν ἐπιμέλειαν στρατειῶν ἀφειμένοι καὶ τῶν ἄλλων τῶν κατὰ πόλιν πραγματειῶν, καὶ δημοσίους αὐτοῖς παρακαθίστησιν, ὧν χωρὶς οὐκ ἐπιτρέπει τὰς ἐπισκέψεις τῶν χρησμῶν τοῖς ἀνδράσι ποιεῖσθαι.
王たちの追放の後、国家が神託の管理を引き継ぎ、最も顕著な人物たちをそれらの守護者に任命した。 彼らは、軍務やその他の市内の公務から免除され、終生この管理任務を担う。 また、彼らに公僕を付き添わせ、彼らの同席なしには、その男たちが神託を閲覧することを国家は許さない。
συνελόντι δʼ εἰπεῖν οὐδὲν οὕτω Ῥωμαῖοι φυλάττουσιν οὔθʼ ὅσιον κτῆμα οὔθʼ ἱερὸν ὡς τὰ Σιβύλλεια θέσφατα.
要するに、ローマ人がシビュラの神託ほど、神聖な財産としても、聖なるものとしても、これほど厳重に保管しているものは他にない。
χρῶνται δʼ αὐτοῖς, ὅταν ἡ βουλὴ ψηφίσηται, στάσεως καταλαβούσης τὴν πόλιν ἢ δυστυχίας τινὸς μεγάλης συμπεσούσης κατὰ πόλεμον ἢ τεράτων τινῶν καὶ φαντασμάτων μεγάλων καὶ δυσευρέτων αὐτοῖς φανέντων, οἷα πολλάκις συνέβη.
そしてそれらは、元老院が決議した時、すなわち、市に内紛が発生した時、あるいは戦争において大きな不運に見舞われた時、あるいは解釈の困難な不気味な前兆や驚くべき怪異が彼らに現れた時――これらはしばしば起こったことであるが――に用いられる。
οὗτοι διέμειναν οἱ χρησμοὶ μέχρι τοῦ Μαρσικοῦ κληθέντος πολέμου κείμενοι κατὰ γῆς ἐν τῷ ναῷ τοῦ Καπιτωλίνου Διὸς ἐν λιθίνῃ λάρνακι, ὑπʼ ἀνδρῶν δέκα φυλαττόμενοι.
これらの神託は、同盟国戦争と呼ばれる戦争まで、カピトリヌスのユピテル神殿の地中に、石の箱に収められ、10人の男たちによって保管されて存続した。
§4.62.6μετὰ δὲ τὴν τρίτην ἐπὶ ταῖς ἑβδομήκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ἐμπρησθέντος τοῦ ναοῦ, εἴτʼ ἐξ ἐπιβουλῆς, ὡς οἴονταί τινες, εἴτʼ ἀπὸ ταὐτομάτου, σὺν τοῖς ἄλλοις ἀναθήμασι τοῦ θεοῦ καὶ οὗτοι διεφθάρησαν ὑπὸ τοῦ πυρός.
しかし、第173オリンピアードの後に、何者かの陰謀によるものか、あるいは偶然によるものか、神殿が焼失した際、神への他の奉納品とともに、これらも火によって滅失してしまった。
οἱ δὲ νῦν ὄντες ἐκ πολλῶν εἰσι συμφορητοὶ τόπων, οἱ μὲν ἐκ τῶν ἐν Ἰταλίᾳ πόλεων κομισθέντες, οἱ δʼ ἐξ Ἐρυθρῶν τῶν ἐν Ἀσίᾳ, κατὰ δόγμα βουλῆς τριῶν ἀποσταλέντων πρεσβευτῶν ἐπὶ τὴν ἀντιγραφήν·
現在存在しているものは、多くの場所から集められたものである。 あるものはイタリアの諸都市から運ばれ、またあるものは、元老院の決議に基づいて、写しを作成するために派遣された3名の使節によって、アジアのエリュトライから運ばれた。
οἱ δʼ ἐξ ἄλλων πόλεων καὶ παρʼ ἀνδρῶν ἰδιωτῶν μεταγραφέντες·
またあるものは、他の都市や個人の手から書き写されたものである。
ἐν οἷς εὑρίσκονταί τινες ἐμπεποιημένοι τοῖς Σιβυλλείοις, ἐλέγχονται δὲ ταῖς καλουμέναις ἀκροστιχίσι·
これらの中には、シビュラの書に偽作として挿入されたものがいくつか見出されるが、それらは、いわゆる「アクロスティック」によって見破られる。
λέγω δʼ ἃ Τερέντιος Οὐάρρων ἱστόρηκεν ἐν τῇ θεολογικῇ πραγματείᾳ.
私が述べているのは、テレンティウス・ウァロがその神学的著作において記録していることである。