§4.63.1ταῦτα διαπραξάμενος ὁ Ταρκύνιος ἐν εἰνήνῃ τε καὶ κατὰ πολέμους καὶ δύο πόλεις ἀποικίσας τὴν μὲν καλουμένην Σιγνίαν οὐ κατὰ προαίρεσεν, ἀλλʼ ἐκ ταὐτομάτου, χειμασάντων ἐν τῷ χωρίῳ τῶν στρατιωτῶν καὶ κατασκευασαμένων τὸ στρατόπεδον ὡς μηδὲν διαφέρειν πόλεως· Κιρκαίαν δὲ κατὰ λογισμόν, ὅτι τοῦ Πωμεντίνου πεδίου μεγίστου τῶν περὶ τῇ Λατίνῃ καὶ τῆς συναπτούσης αὐτῷ θαλάττης ἔκειτο ἐν καλῷ· ἔστι δὲ χερσονησοειδὴς σκόπελος ὑψηλὸς ἐπιεικῶς ἐπὶ τοῦ Τυρρηνικοῦ πελάγους κείμενος, ἔνθα λόγος ἔχει Κίρκην τὴν Ἡλίου θυγατέρα κατοικῆσαι·
塔克文在和平与战争中完成了这些事业,并建立了两个殖民都市。 一个被称为西格尼亚,并非出于预先的意图,而是出于偶然,因为士兵们在该地过冬,并建造了与城市毫无二致的营地;另一个是基尔凯亚,则是出于深思熟虑,因为它位于拉提乌姆地区最大的波门蒂努斯平原与紧邻的海洋之间的优越位置(这是一处位于第勒尼安海上、相当高的半岛状岩礁,传说太阳之女基尔刻曾居住于此)。
καὶ τὰς ἀποικίας ἀμφοτέρας δυσὶ τῶν παίδων οἰκισταῖς ἀναθείς, Κιρκαίαν μὲν Ἄρροντι, Σιγνίαν δὲ Τίτῳ, δέος ἅτε οὐδὲν ἔτι περὶ τῆς ἀρχῆς ἔχων, διὰ γυναικὸς ὕβριν αὐτῆς, ἣν ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Σέξτος διέφθειρεν, ἐξελαύνεται τῆς τʼ ἀρχῆς καὶ τῆς πόλεως, προθεσπίσαντος αὐτῷ τοῦ δαιμονίου τὴν μέλλουσαν γενήσεσθαι περὶ τὸν οἶκον συμφορὰν πολλοῖς μὲν καὶ §4.63.2ἄλλοις οἰωνοῖς, τελευταίῳ δὲ τῷδε.
他将这两个殖民地的创建工作委托给他的两个儿子,基尔凯亚交给阿伦斯,西格尼亚交给提图斯,由于他对自己的统治已无任何担忧。 然而,由于对他自己家族中的一位妇人的暴行——他的长子塞克斯图斯凌辱了她——他被驱逐出政权和城市。 尽管神灵已经通过许多其他的前兆,以及最后的这一个前兆,向他预示了其家族即将面临的灾难。
αἰετοὶ συνιόντες εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον ἔαρος ὥρᾳ νεοττιὰν ἔπλαττον ἐπὶ κορυφῇ φοίνικος ὑψηλοῦ.
在春季,成群的鹰聚集在紧邻王宫的花园里,在一棵高大棕榈树的树冠上筑巢。
τούτων δὲ τῶν αἰετῶν ἀπτῆνας ἔτι τοὺς νεοττοὺς ἐχόντων γῦπες ἀθρόοι προσπετασθέντες τήν τε νεοττιὰν διεφόρησαν καὶ τοὺς νεοττοὺς ἀπέκτειναν καὶ τοὺς αἰετοὺς προσιόντας ἀπὸ τῆς νομῆς ἀμύττοντές τε καὶ παίοντες τοῖς ταρσοῖς ἀπὸ τοῦ φοίνικος ἀπήλασαν.
在这些鹰的幼雏尚未长成羽翼时,成群的秃鹫飞来,捣毁了鹰巢,杀死了幼雏,并用爪子抓挠、用翅膀拍击那些觅食归来的鹰,将它们赶下了棕榈树。
§4.63.3τούτους τοὺς οἰωνοὺς ἰδὼν ὁ Ταρκύνιος καὶ φυλαττόμενος, εἴ πως δύναιτο διακρούσασθαι τὴν μοῖραν, οὐκ ἴσχυσε νικῆσαι τὸ χρεών, ἀλλʼ ἐπιθεμένων αὐτῷ τῶν πατρικίων καὶ τοῦ δήμου συμφρονήσαντος ἐξέπεσε τῆς δυναστείας.
塔克文看到了这些征兆,并暗自提防,试图看能否以某种方式避开命运,但他却无法战胜必然。 在贵族们袭击他、平民也齐心协力之下,他从统治地位上坠落了。
οἵτινες δʼ ἦσαν οἱ τῆς ἐπαναστάσεως ἄρξαντες καὶ διʼ οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα, δι’ ὀλίγων πειράσομαι διελθεῖν.
至于谁是这场起义的领导者,以及他们通过何种方式掌握了国家政权,我将尝试进行简要的叙述。