§4.61.1ταῦτα μαθόντες οἱ πρέσβεις, ἐπειδὴ σχολὴν ὁ πρεσβύτης ἔσχε καὶ προῆλθέ τις αὐτοὺς μετιών, εἰσελθόντες φράζουσι τῷ μάντει τὸ τέρας.
使節たちはこれらのことを学ぶと、老人が時間を得て、誰かが彼らを呼びに外へ出てきたので、中へ入り、占い師にその兆兆を告げた。
σοφιζομένου δʼ αὐτοῦ καὶ διαγράφοντος ἐπὶ τῆς γῆς περιφερεῖς τε γραμμὰς καὶ ἑτέρας αὖθις εὐθείας καὶ καθʼ ἓν ἕκαστον χωρίον ποιουμένου τὰς ὑπὲρ τῆς εὑρέσεως ἐρωτήσεις οὐδὲν ἐπιταραττόμενοι τὴν γνώμην οἱ πρέσβεις τὴν αὐτὴν ἐφύλαττον ἀπόκρισιν, ὥσπερ αὐτοῖς ὁ τοῦ μάντεως ὑπέθετο υἱός, τὴν Ῥώμην καὶ τὸν Ταρπήιον ὀνομάζοντες ἀεὶ λόφον καὶ τὸν ἐξηγητὴν ἀξιοῦντες μὴ σφετερίζεσθαι τὸ σημεῖον, ἀλλʼ ἀπὸ τοῦ §4.61.2κρατίστου καὶ τοῦ δικαιοτάτου λέγειν.
彼が術策を用いて、地面に円状の線や、あるいはまた直線を描き、それぞれの区画について発見に関する質問を投げかけたが、使節たちは心にいささかも動揺をきたさず、あの占い師の息子が勧めた通りの返答を守り、常にローマとタルペイアの丘の名を挙げ、解釈者に対してその兆候を私物化せず、真実と正義に基づいて語るよう求めた。
οὐ δυνηθεὶς δὲ παρακρούσασθαι τοὺς ἄνδρας ὁ μάντις οὐδὲ σφετερίσασθαι τὸν οἰωνὸν λέγει πρὸς αὐτούς, Ἄνδρες Ῥωμαῖοι, λέγετε πρὸς τοὺς ἑαυτῶν πολίτας, ὅτι κεφαλὴν εἵμαρται γενέσθαι συμπάσης Ἰταλίας τὸν τόπον τοῦτον, ἐν ᾧ τὴν κεφαλὴν εὕρετε.
占い師は男たちを欺くことも、その瑞兆を我が物にすることもできず、彼らに言った。 「ローマの諸君、自国の市民たちに告げよ。 あなたがたが頭部を発見したこの場所が、全イタリアの頭となることが運命づけられている、と」。
ἐξ ἐκείνου καλεῖται τοῦ χρόνου Καπιτωλῖνος ὁ λόφος ἐπὶ τῆς εὑρεθείσης ἐν αὐτῷ κεφαλῆς·
その時以来、この丘は、そこで発見された頭部にちなんでカピトリヌスと呼ばれる。
κάπιτα γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τὰς κεφαλάς.
なぜなら、ローマ人は頭のことを「カピタ」と呼ぶからである。
§4.61.3ταῦτα παρὰ τῶν πρεσβευσάντων ἀκούσας ὁ Ταρκύνιος ἐπέστησε τοῖς ἔργοις τοὺς τεχνίτας·
タルクィニウスは使節たちからこれらのことを聞くと、職人たちを工事に従事させた。
καὶ τὰ μὲν πολλὰ ἐξειργάσατο τοῦ ναοῦ, τελειῶσαι δʼ οὐκ ἔφθασεν ἅπαν τὸ ἔργον ἐκπεσὼν τάχιον ἐκ τῆς δυναστείας, ἀλλʼ ἐπὶ τῆς τρίτης ὑπατείας ἡ Ῥωμαίων πόλις αὐτὸν εἰς συντέλειαν ἐξειργάσατο.
そして、神殿の大部分を仕上げたものの、権力の座からあまりに早く追放されたため、すべての工事を完成させるには至らなかった。 しかし、第3代の執政官の期に、ローマの国家がそれを完成へと仕上げた。
ἐποιήθη δʼ ἐπὶ κρηπῖδος ὑψηλῆς βεβηκὼς ὀκτάπλεθρος τὴν περίοδον, διακοσίων ποδῶν ἔγγιστα τὴν πλευρὰν ἔχων ἑκάστην·
神殿は高い基壇の上に建てられ、周囲は8プレトロン、各辺の長さはほぼ200フィートであった。
ὀλίγον δέ τι τὸ διαλλάττον εὕροι τις ἂν τῆς ὑπεροχῆς τοῦ μήκους παρὰ τὸ πλάτος οὐδʼ ὅλων πεντεκαίδεκα ποδῶν.
長さが幅を上回る超過分は、15フィートにも満たず、ごくわずかな違いしか見出せないであろう。
§4.61.4ἐπὶ γὰρ τοῖς αὐτοῖς θεμελίοις ὁ μετὰ τὴν ἔμπρησιν οἰκοδομηθεὶς κατὰ τοὺς πατέρας ἡμῶν εὑρέθη τῇ πολυτελείᾳ τῆς ὕλης μόνον διαλλάττων τοῦ ἀρχαίου, ἐκ μὲν τοῦ κατὰ πρόσωπον μέρους τοῦ πρὸς μεσημβρίαν βλέποντος τριπλῷ περιλαμβανόμενος στοίχῳ κιόνων, ἐκ δὲ τῶν πλαγίων ἁπλῷ·
なぜなら、私たちの父祖の時代に火災の後に同じ基礎の上に建て直された神殿は、素材の豪華さにおいてのみ古代のものと異なっていることが分かったからである。 南を向いている正面の部分は3重の列柱に囲まれ、両側面は1重の列柱に囲まれている。
ἐν δʼ αὐτῷ τρεῖς ἔνεισι σηκοὶ παράλληλοι κοινὰς ἔχοντες πλευράς, μέσος μὲν ὁ τοῦ Διός, παρʼ ἑκάτερον δὲ τὸ μέρος ὅ τε τῆς Ἥρας καὶ ὁ τῆς Ἀθηνᾶς ὑφʼ ἑνὸς ἀετοῦ καὶ μιᾶς στέγης καλυπτόμενοι.
その内部には、共通の壁を有する3つの並行する内陣があり、中央はユピテルのもの、その両側はユーノーのものとミネルウァのものであって、一つの破風と一つの屋根に覆われている。