§4.60.1τούτοις τοῖς ἀνδράσιν ἀφικομένοις εἰς τὴν οἰκίαν τοῦ τερατοσκόπου περιτυγχάνει τι μειράκιον ἐξιόν, ᾧ φράσαντες, ὅτι Ῥωμαίων εἰσὶ πρέσβεις τῷ μάντει βουλόμενοι συντυχεῖν, παρεκάλουν ἀπαγγεῖλαι πρὸς αὐτόν.
これらの男たちが占い師の家に到着した時、外に出てくるある若者に出くわした。 彼らはその若者に、自分たちはローマの使節であり、占い師に会うことを望んでいると告げ、彼に取り次いでくれるよう頼んだ。
καὶ ὁ νεανίας, Πατὴρ ἐμός ἐστιν, ἔφησεν, ᾧ χρῄζετε συντυχεῖν·
するとその若者は言った。 「あなたがたがお会いになりたい方は、私の父です。
ἀσχολεῖται δὲ κατὰ τὸ παρόν·
しかし父は現在取り込んでおります。
ἔσται δʼ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν.
あなたがたが父のところに入ることは、まもなく可能になるでしょう。
§4.60.2ἐν ᾧ δʼ ἐκεῖνον ἐκδέχεσθε, πρὸς ἐμὲ δηλώσατε, περὶ τίνος ἥκετε.
父を待つ間、何のために来られたのかを私に教えてください。
περιέσται γὰρ ὑμῖν, εἴ τι μέλλετε διὰ τὴν ἀπειρίαν σφάλλεσθαι κατὰ τὴν ἐρώτησιν, ὑπʼ ἐμοῦ διδαχθεῖσι μηδὲν ἐξαμαρτεῖν·
というのも、もしあなたがたが不慣れのために質問のやり取りで過ちを犯しそうになっても、私から教えを受けるならば、いかなる過ちも犯さずにすむという益があなたがたにもたらされるからです。
μοῖρα δʼ οὐκ ἐλαχίστη τῶν ἐν μαντικῇ θεωρημάτων ἐρώτησις ὀρθή.
占術の規則において、正しい問いかけは決して小さくない部分を占めているのです」。
ἐδόκει τοῖς ἀνδράσιν οὕτω ποιεῖν, καὶ λέγουσιν αὐτῷ τὸ τέρας.
男たちはそうするのが良いと考え、彼にその兆兆を語った。
ὁ δʼ ὡς ἤκουσε μικρὸν ἐπισχὼν χρόνον, ἀκούσατʼ, ἔφησεν, ἄνδρες Ῥωμαῖοι·
彼はそれを聞くと、少しの間沈黙した後に言った。 「ローマの諸君、お聞きなさい。
τὸ μὲν τέρας ὑμῖν ὁ πατὴρ διελεῖται καὶ οὐδὲν ψεύσεται·
兆兆については、父があなたがたに解釈し、何一つ嘘はつかないでしょう。
μάντει γὰρ οὐ θέμις·
占い師にとって(嘘をつくことは)許されないことだからです。
ἃ δὲ λέγοντες ὑμεῖς καὶ ἀποκρινόμενοι πρὸς τὰς ἐρωτήσεις ἀναμάρτητοί τε καὶ ἀψευδεῖς ἔσεσθε· διαφέρει γὰρ ὑμῖν προεγνωκέναι ταῦτα· παρʼ ἐμοῦ μάθετε.
しかし、あなたがたが語り、また質問に対して答えるにあたって、過ちを犯さず欺かれないようになるための事柄については――これをあらかじめ知っておくことはあなたがたにとって極めて重要ですから――私から学びなさい。
§4.60.3ὅταν ἀφηγήσησθε αὐτῷ τὸ τέρας, οὐκ ἀκριβῶς μανθάνειν φήσας ὅ τι λέγετε περιγράψει τῷ σκήπωνι τῆς γῆς μέρος ὅσον δή τι·
あなたがたが父に兆兆を説明する時、父はあなたがたの言っていることが正確には分からないと言って、杖で地面の適当な広さの場所を囲むでしょう。
ἔπειθʼ ὑμῖν ἐρεῖ, Τουτὶ μέν ἐστιν ὁ Ταρπήιος λόφος, μέρος δʼ αὐτοῦ τουτὶ μὲν τὸ πρὸς τὰς ἀνατολὰς βλέπον, τουτὶ δὲ τὸ πρὸς τὰς δύσεις, §4.60.4βόρειον δʼ αὐτοῦ τόδε καὶ τοὐναντίον νότιον.
それからあなたがたにこう言うはずです。 『ここがタルペイアの丘であり、その一部であるここが東を向いている側、ここが西を向いている側、そしてここが北側、その反対のここが南側である』と。
ταῦτα τῷ σκήπωνι δεικνὺς πεύσεται παρʼ ὑμῶν, ἐπὶ ποίῳ τῶν μερῶν τούτων εὑρέθη ἡ κεφαλή.
このように杖で指し示しながら、これらの一体のどの部分で頭部が発見されたのかを、あなたがたに尋ねるでしょう。
τί οὖν ὑμῖν ἀποκρίνασθαι παραινῶ;
そこで、私はあなたがたに何と答えるよう勧めましょうか。
μὴ συγχωρεῖν ἐν μηδενὶ τῶν τόπων τούτων, οὓς ἂν ἐκεῖνος τῷ σκήπωνι δεικνὺς πυνθάνηται, τὸ τέρας εὑρεθῆναι, ἀλλʼ ἐν Ῥώμῃ φάναι παρʼ ἡμῖν ἐν Ταρπηίῳ λόφῳ.
彼が杖で指し示しながら尋ねるいかなる場所においても、兆兆が発見されたとは決して認めず、そうではなく『私たちのところ、ローマの、タルペイアの丘で見つかりました』と言うことです。
ταύτας ἐὰν φυλάττητε τὰς ἀποκρίσεις καὶ μηδὲν παράγησθε ὑπʼ αὐτοῦ, συγγνούς, ὅτι τὸ χρεὼν οὐκ ἔνεστι μετατεθῆναι, διελεῖται τὸ τέρας ὑμῖν ὅ τι βούλεται σημαίνειν καὶ οὐκ ἀποκρύψεται.
もしあなたがたがこの返答を守り、彼に決して惑わされないならば、父は運命を変更することはできないと悟って、その兆兆が何を意味しているのかをあなたがたに解釈し、隠すことはしないでしょう」。