Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.61.1-4.61.4

卡皮托林山的得名与神庙规制

第 305 段,共 962 段 · 希腊语

内容简介

罗马使者通过遵循占卜师之子的建议成功识破了占卜师的诡计,赢得了罗马将成为意大利首脑的预言,并由此确立了卡皮托林山丘的名称。随后,文中详细描述了由塔克文开工并于后期重建的卡皮托林神庙的宏伟规模与祭祀三神的内部结构。

§4.61.1ταῦτα μαθόντες οἱ πρέσβεις, ἐπειδὴ σχολὴν ὁ πρεσβύτης ἔσχε καὶ προῆλθέ τις αὐτοὺς μετιών, εἰσελθόντες φράζουσι τῷ μάντει τὸ τέρας.
使者们得知这些情况后,等到老人有了空闲,且有人出来招呼他们,便走了进去,向占卜师讲述了这一异兆。
σοφιζομένου δʼ αὐτοῦ καὶ διαγράφοντος ἐπὶ τῆς γῆς περιφερεῖς τε γραμμὰς καὶ ἑτέρας αὖθις εὐθείας καὶ καθʼ ἓν ἕκαστον χωρίον ποιουμένου τὰς ὑπὲρ τῆς εὑρέσεως ἐρωτήσεις οὐδὲν ἐπιταραττόμενοι τὴν γνώμην οἱ πρέσβεις τὴν αὐτὴν ἐφύλαττον ἀπόκρισιν, ὥσπερ αὐτοῖς ὁ τοῦ μάντεως ὑπέθετο υἱός, τὴν Ῥώμην καὶ τὸν Ταρπήιον ὀνομάζοντες ἀεὶ λόφον καὶ τὸν ἐξηγητὴν ἀξιοῦντες μὴ σφετερίζεσθαι τὸ σημεῖον, ἀλλʼ ἀπὸ τοῦ §4.61.2κρατίστου καὶ τοῦ δικαιοτάτου λέγειν.
尽管占卜师施展诡计,在地上画出圆线以及其他交错的直线,并针对每一个具体地点提出关于发现地点的询问,但使者们的心思毫不动摇,坚守着占卜师之子向他们建议的相同回答,始终指明罗马和塔培亚山丘,并要求这位解释者不要将神圣的征兆据为己有,而要依据最公正和最真实的原则来解释。
οὐ δυνηθεὶς δὲ παρακρούσασθαι τοὺς ἄνδρας ὁ μάντις οὐδὲ σφετερίσασθαι τὸν οἰωνὸν λέγει πρὸς αὐτούς, Ἄνδρες Ῥωμαῖοι, λέγετε πρὸς τοὺς ἑαυτῶν πολίτας, ὅτι κεφαλὴν εἵμαρται γενέσθαι συμπάσης Ἰταλίας τὸν τόπον τοῦτον, ἐν ᾧ τὴν κεφαλὴν εὕρετε.
占卜师无法欺骗这些男子,也无法将这瑞兆据为己有,便对他们说:“罗马人,去告诉你们的公民:这个你们发现头颅的地方,注定要成为整个意大利的首脑。
ἐξ ἐκείνου καλεῖται τοῦ χρόνου Καπιτωλῖνος ὁ λόφος ἐπὶ τῆς εὑρεθείσης ἐν αὐτῷ κεφαλῆς· κάπιτα γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τὰς κεφαλάς.
”从那时起,这座山丘便因在其上发现的头颅而被称为卡皮托林山;因为罗马人称头颅为“capita”。
§4.61.3ταῦτα παρὰ τῶν πρεσβευσάντων ἀκούσας ὁ Ταρκύνιος ἐπέστησε τοῖς ἔργοις τοὺς τεχνίτας· καὶ τὰ μὲν πολλὰ ἐξειργάσατο τοῦ ναοῦ, τελειῶσαι δʼ οὐκ ἔφθασεν ἅπαν τὸ ἔργον ἐκπεσὼν τάχιον ἐκ τῆς δυναστείας, ἀλλʼ ἐπὶ τῆς τρίτης ὑπατείας ἡ Ῥωμαίων πόλις αὐτὸν εἰς συντέλειαν ἐξειργάσατο.
塔克文从使者那里听到这些后,便派工匠着手建造工程;虽然他完成了神庙的大部分工程,但由于过快地被逐出权力宝座,未能完成全部工作,而是在第三任执政官任期内,由罗马城将其最终落成。
ἐποιήθη δʼ ἐπὶ κρηπῖδος ὑψηλῆς βεβηκὼς ὀκτάπλεθρος τὴν περίοδον, διακοσίων ποδῶν ἔγγιστα τὴν πλευρὰν ἔχων ἑκάστην· ὀλίγον δέ τι τὸ διαλλάττον εὕροι τις ἂν τῆς ὑπεροχῆς τοῦ μήκους παρὰ τὸ πλάτος οὐδʼ ὅλων πεντεκαίδεκα ποδῶν.
神庙建于高大的基台之上,周长为八普勒特隆,每边长约两百英尺;人们会发现,其长度超出宽度的差值极小,甚至不足十五英尺。
§4.61.4ἐπὶ γὰρ τοῖς αὐτοῖς θεμελίοις ὁ μετὰ τὴν ἔμπρησιν οἰκοδομηθεὶς κατὰ τοὺς πατέρας ἡμῶν εὑρέθη τῇ πολυτελείᾳ τῆς ὕλης μόνον διαλλάττων τοῦ ἀρχαίου, ἐκ μὲν τοῦ κατὰ πρόσωπον μέρους τοῦ πρὸς μεσημβρίαν βλέποντος τριπλῷ περιλαμβανόμενος στοίχῳ κιόνων, ἐκ δὲ τῶν πλαγίων ἁπλῷ· ἐν δʼ αὐτῷ τρεῖς ἔνεισι σηκοὶ παράλληλοι κοινὰς ἔχοντες πλευράς, μέσος μὲν ὁ τοῦ Διός, παρʼ ἑκάτερον δὲ τὸ μέρος ὅ τε τῆς Ἥρας καὶ ὁ τῆς Ἀθηνᾶς ὑφʼ ἑνὸς ἀετοῦ καὶ μιᾶς στέγης καλυπτόμενοι.
因为在我们的父辈时代大火之后,在同一地基上重建的神庙,被发现仅在材料的奢华程度上与古神庙有所不同,其朝向南方的正面由三排立柱环绕,而两侧则由单排立柱环绕;神庙内部有三个共用侧墙的平行内殿,中间是朱庇特神殿,两侧分别是朱诺和雅典娜的神殿,它们都覆盖在一个山墙和同一屋顶之下。

词汇与语法注释

  1. 4.61.2κεφαλὴν εἵμαρται γενέσθαι τὸν τόπον τοῦτον — 该处为完结被动式动词 εἵμαρται(注定)作为无人称动词使用,后接带有“对格+不定式”的结构,其中 τὸν τόπον τοῦτον 为主格对格,γενέσθαι 为不定式,κεφαλὴν 为宾格表语。
  2. 4.61.3οὐκ ἔφθασεν... ἐκπεσὼν — 动词 φθάνω(领先、比……更早)与分词(此处为 ἐκπεσὼν)结合,并与否定词 οὐκ 连用,表示“还没来得及……就……”。此处说明塔克文在完成(τελειῶσαι)神庙工程之前,就过早地被逐出了权力宝座。
  3. 4.61.3ὀλίγον δέ τι τὸ διαλλάττον εὕροι τις ἂν — 主语为中性分词名词化而成的 τὸ διαλλάττον(差异),而 ὀλίγον τι(微小之物)作表语。εὕροι τις ἂν 是带有 ἄν 的希求法,表示潜在或可能性,意为“人们或许会发现”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.61.1-4.61.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.61.1-4.61.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。