Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.60.1-4.60.4

伊特鲁里亚占卜师之子向罗马使者进言

第 304 段,共 962 段 · 希腊语

内容简介

罗马使者拜访伊特鲁里亚占卜师的住所,其子向他们传授秘诀,以应对其父狡黠的提问。

§4.60.1τούτοις τοῖς ἀνδράσιν ἀφικομένοις εἰς τὴν οἰκίαν τοῦ τερατοσκόπου περιτυγχάνει τι μειράκιον ἐξιόν, ᾧ φράσαντες, ὅτι Ῥωμαίων εἰσὶ πρέσβεις τῷ μάντει βουλόμενοι συντυχεῖν, παρεκάλουν ἀπαγγεῖλαι πρὸς αὐτόν.
当这些人到达占卜师的住所时,碰巧遇到一个正走出来的青年。 他们告诉他,自己是罗马人的使者,想要会见占卜师,并请他帮忙通报。
καὶ ὁ νεανίας, Πατὴρ ἐμός ἐστιν, ἔφησεν, ᾧ χρῄζετε συντυχεῖν· ἀσχολεῖται δὲ κατὰ τὸ παρόν· ἔσται δʼ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν.
那个青年说:“你们想要会见的人正是我的父亲;但他目前正忙;不过,用不了多久,你们就可以进去见他了。
§4.60.2ἐν ᾧ δʼ ἐκεῖνον ἐκδέχεσθε, πρὸς ἐμὲ δηλώσατε, περὶ τίνος ἥκετε.
在你们等候他的时候,请向我说明你们为何而来。
περιέσται γὰρ ὑμῖν, εἴ τι μέλλετε διὰ τὴν ἀπειρίαν σφάλλεσθαι κατὰ τὴν ἐρώτησιν, ὑπʼ ἐμοῦ διδαχθεῖσι μηδὲν ἐξαμαρτεῖν· μοῖρα δʼ οὐκ ἐλαχίστη τῶν ἐν μαντικῇ θεωρημάτων ἐρώτησις ὀρθή.
因为,如果你们由于缺乏经验而在提问时可能犯下某种错误,那么在受到我的指导后,你们将获得不犯任何过失的益处;因为在占卜的规则中,正确的提问占了不小的分量。
ἐδόκει τοῖς ἀνδράσιν οὕτω ποιεῖν, καὶ λέγουσιν αὐτῷ τὸ τέρας.
”使者们认为应当这样做,于是向他讲述了那个异兆。
ὁ δʼ ὡς ἤκουσε μικρὸν ἐπισχὼν χρόνον, ἀκούσατʼ, ἔφησεν, ἄνδρες Ῥωμαῖοι· τὸ μὲν τέρας ὑμῖν ὁ πατὴρ διελεῖται καὶ οὐδὲν ψεύσεται· μάντει γὰρ οὐ θέμις·
他听了之后,稍微停顿了一下,便说:“罗马人,请听:关于这个异兆,我的父亲会为你们解答,并且绝不会说谎;因为对于占卜师来说,说谎是神律所不容的。
ἃ δὲ λέγοντες ὑμεῖς καὶ ἀποκρινόμενοι πρὸς τὰς ἐρωτήσεις ἀναμάρτητοί τε καὶ ἀψευδεῖς ἔσεσθε· διαφέρει γὰρ ὑμῖν προεγνωκέναι ταῦτα· παρʼ ἐμοῦ μάθετε.
但是,为了使你们在说话和回答提问时能够免于犯错且不被蒙骗——因为预先知道这些对你们至关重要——请从我这里学习这些。
§4.60.3ὅταν ἀφηγήσησθε αὐτῷ τὸ τέρας, οὐκ ἀκριβῶς μανθάνειν φήσας ὅ τι λέγετε περιγράψει τῷ σκήπωνι τῆς γῆς μέρος ὅσον δή τι· ἔπειθʼ ὑμῖν ἐρεῖ, Τουτὶ μέν ἐστιν ὁ Ταρπήιος λόφος, μέρος δʼ αὐτοῦ τουτὶ μὲν τὸ πρὸς τὰς ἀνατολὰς βλέπον, τουτὶ δὲ τὸ πρὸς τὰς δύσεις,
当你们向他讲述这个异兆时,他会声称自己未能准确理解你们所说的话,并用手杖在地上画出任意大小的一块地方;然后他会对你们说:‘这里是塔培亚山丘,它的这一部分是朝向东方的,这一部分是朝向西方的,而这一边是它的北侧,相反的那一边是南侧。
§4.60.4βόρειον δʼ αὐτοῦ τόδε καὶ τοὐναντίον νότιον. ταῦτα τῷ σκήπωνι δεικνὺς πεύσεται παρʼ ὑμῶν, ἐπὶ ποίῳ τῶν μερῶν τούτων εὑρέθη ἡ κεφαλή.
’他用手杖指着这些地方,会向你们询问,头颅是在这些部分的哪一个上面发现的。
τί οὖν ὑμῖν ἀποκρίνασθαι παραινῶ;
那么,我建议你们如何回答呢?
μὴ συγχωρεῖν ἐν μηδενὶ τῶν τόπων τούτων, οὓς ἂν ἐκεῖνος τῷ σκήπωνι δεικνὺς πυνθάνηται, τὸ τέρας εὑρεθῆναι, ἀλλʼ ἐν Ῥώμῃ φάναι παρʼ ἡμῖν ἐν Ταρπηίῳ λόφῳ.
千万不要承认在他在用手杖指点并询问的任何一个地方发现了该异兆,而要说:‘是在我们罗马的塔培亚山丘上。
ταύτας ἐὰν φυλάττητε τὰς ἀποκρίσεις καὶ μηδὲν παράγησθε ὑπʼ αὐτοῦ, συγγνούς, ὅτι τὸ χρεὼν οὐκ ἔνεστι μετατεθῆναι, διελεῖται τὸ τέρας ὑμῖν ὅ τι βούλεται σημαίνειν καὶ οὐκ ἀποκρύψεται.
’如果你们坚守这些回答,并且完全不被他误导,他意识到命运是无法改变的,就会为你们解答该异兆的含义,而不会有所隐瞒。 ”

词汇与语法注释

  1. 785ἔσται δʼ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν — 无人称动词 ἔστι 的将来时形式 ἔσται,与与格 ὑμῖν 和不定式 παρελθεῖν 连用,表示“将有可能……”。ὀλίγου χρόνου 是表示时间的属格,起副词短语作用,意为“不久、很快”。
  2. p.v.2p.101περιέσται γὰρ ὑμῖν, εἴ τι μέλλετε διὰ τὴν ἀπειρίαν σφάλλεσθαι κατὰ τὴν ἐρώτησιν, ὑπʼ ἐμοῦ διδαχθεῖσι μηδὲν ἐξαμαρτεῖν — 动词 περιέσται(περιγίγνομαι 的将来时)伴随与格(ὑμῖν),意为“……将对你们有益”。其句法上的主语是不定式短语 μηδὲν ἐξαμαρτεῖν(不犯任何过失)。διδαχθεῖσι 是与与格 ὑμῖν 一致的被动分词,可理解为条件状语“如果受到我的指导”。
  3. 786ἃ δὲ λέγοντες ὑμεῖς καὶ ἀποκρινόμενοι πρὸς τὰς ἐρωτήσεις ἀναμάρτητοί τε καὶ ἀψευδεῖς ἔσεσθε — 关系代名词 ἃ(中性复数)是句末动词 μάθετε(“学习、掌握”)的直接宾语,包含先行词,意为“……的方法/事物”。由于倒装(hyperbaton),该关系从句与其主句动词 μάθετε 在语序上被严重隔离。
  4. 786ὅτι τὸ χρεὼν οὐκ ἔνεστι μετατεθῆναι — 动词 ἔνεστι 在此作为非人称动词使用,等同于 ἔξεστι(“有可能”),后接被动不定式 μετατεθῆναι(被改变)。名词化的分词 τὸ χρεών(“命中注定之事,命运”)是不定式的逻辑主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.60.1-4.60.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.60.1-4.60.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。